27
καὶ τὸν ἕτερον νεανίσκον ὑπερβαλόντα θεάσασθαι καὶ ἀνακραγεῖν, καὶ οὕτως ἐπιβοηθῆσαι τὸ λοιπὸν πλῆθος. τὸ δὲ θηρίον ἐφορμῆσαι τῷ νεανίσκῳ, προϊσχόμενον τὸν ὄφιν, καὶ ἀποκτεῖναν οἴχεσθαι μετὰ συριγμοῦ. τὸν δὲ νεκρὸν εὑρεθῆναι σαπρόν τε καὶ μυδῶντα· καὶ τοὺς Λίβυας τοὺς ἡγεμόνας τῆς ὁδοῦ οὐκ ἐᾶν ἅπτεσθαι τοῦ σώματος, ὡς ἅπαντας ἀπολουμένους.
(6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ
1
Διογένης ὁ Σινωπεύς, ὅτε ἔφυγεν ἐκ Σινώπης, ἀφικόμενος τὴν Ἑλλάδα διῆγε ποτὲ μὲν ἐν Κορίνθῳ, ποτὲ δὲ Ἀθήνησιν. ἔφη δὲ μιμεῖσθαι τοῦ Περσῶν βασιλέως τὴν δίαιταν· καὶ γὰρ ἐκεῖνος τοῦ μὲν χειμῶνος ἐν Βαβυλῶνι καὶ Σούσοις, ἐνίοτε δὲ ἐν Βάκτροις διῆγεν, ἐν τοῖς εὐδιεινοτάτοις τῆς Ἀσίας, τοῦ δὲ θέρους ἐν Ἐκβατάνοις τῆς Μηδικῆς, ὅπου ψυχρότατος ὁ ἀὴρ ἀεί ποτέ ἐστι καὶ τῷ περὶ Βαβυλῶνα χειμῶνι τὸ θέρος ὅμοιον.
2
οὕτως δὲ καὶ αὐτὸς μεταλλάττειν τὴν οἴκησιν κατὰ τὰς ὥρας τοῦ ἔτους. τὴν μὲν γὰρἈττικὴν μήτε ὄρη μεγάλα ἔχειν μήτε ποταμοὺς διαρρέοντας, καθάπερ τήν τε Πελοπόννησον καὶ Θετταλίαν· εἶναι γὰρ τὴν χώραν ἀραιὰν καὶ τὸν ἀέρα κοῦφον, ὡς μήτε ὕεσθαι πολλάκις μήτε ὑπομένειν τὸ γιγνόμενον ὕδωρ, περιέχεσθαί τε ὀλίγου πᾶσαν αὐτὴν ὑπὸ τῆς θαλάττης· ὅθεν δὴ καὶ τοὔνομα λαβεῖν, οἷον ἀκτήν τιναοὖσαν· τὴν δὲ αὖ πόλιν ἐν τῷ χθαμαλῷ κεῖσθαι καὶ πρὸς μεσημβρίαν.