22
τυχὸν οὖν ὁ μῦθος αἰνίττεται λέγων τοὺς πολλοὺς μὲν εἴ πού τις ἐπεχείρησε καθῆραι τὴν αὑτοῦ ψυχὴν ὥσπερ ἄβατον καὶ μεστόν τινα θηρίων χαλεπῶν τόπον, ἐξελὼν δὴ καὶ ἀπολέσας τι τῶν ἐπιθυμιῶν εἶδος, ἐλπίσαντας ἀπηλλάχθαι καὶ διαπεφευγέναι, οὐκ ἰσχυρῶς αὐτὸ δράσαντας, ὀλίγον ὕστερον ὑπὸ τῶν λειπομένων ἐπιθυμιῶν ἀπολέσθαι καὶ διαφθαρῆναι.
23
Ἡρακλέα δὲ τὸν Διὸς καὶ Ἀλκμήνης ἐπεξελθεῖν καὶ ἀποφῆναι καθαρὰν καὶ ἥμερον τὴν αὑτοῦ διάνοιαν. καὶ τοῦτο αὐτῷ βούλεσθαι δηλοῦν τῆς γῆς τὴν ἡμέρωσιν.
24
βούλεσθε οὖν βραχύ τι καὶ τοῖς νεωτέροις λόγων ἐπιχαρισώμεθα τοῦ μυθολογήματος; οὕτω γὰρ πάνυ πείθονται αὐτῷ καὶ νομίζουσιν ἀληθὲς ὥστε ὕστερόν ποτέ φασιν ἐπιφανῆναι τοῦ γένους τούτου βαδίζουσιν εἰς Ἄμμωνος Ἕλλησι θεωροῖς μετὰ πολλῆς λῆς δυνάμεως παραπεμπούσης ἱππέων καὶ τοξοτῶν.
25
δόξαι γὰρ αὐτοῖς ἐπὶ θινός τινος κατακεῖσθαι γυναῖκα, διφθέραν ἐπιβεβλημένην ἄνωθεν, ὥσπερ αἱ Λίβυσσαι, ἐπιδεικνύειν δὲ τὰ στήθη καὶ τοὺς μαστοὺς καὶ τὸν τράχηλον ἀνακλῶσαν. καὶ τοὺς ὑπολαβεῖν ἔκ τινος κώμης τῶν ἑταιρουσῶν τινα γυναικῶν ἐνταῦθα ἰέναι πρὸς τὸν ὄχλον.
26
δύο δέ τινας νεανίσκους ἐκπλαγέντας τὸ εἶδος ἰέναι πρὸς αὐτήν, θάτερον τὸν ἕτερον φθάνοντα. τὸ δὲ θηρίον, ὡς ἔλαβεν αὐτόν, κατασῦραν εἰς κοῖλόν τι τῆς ψάμμου κατεσθίειν.