131
ὁ γὰρ εὐκλείας ἔρωτος διαμαρτών, ἔπειτα δόξης ἐπιθυμίᾳ συνών, τῷ ὄντι νεφέλῃ λέληθεν ἀντὶ τῆς θείας καὶ σεμνῆς ὁμιλίας συνών. ἐκ δὲ τῶν τοιούτων συνουσιῶν ἢ γάμων ὠφέλιμον μὲν ἢ χρήσιμον οὐδὲν ἂν γένοιτο, θαυμαστὰ δὲ καὶ ἄλογα, προσεοικότα τοῖς Κενταύροις, δημαγωγῶν τινων πολιτεύματα καὶ ξυγγράμματα σοφιστῶν.
132
ξεναγοὶ γὰρ καὶ σοφισταὶ καὶ δημαγωγοί· λέγω δὲ διακρίνων στρατηγούς τε καὶ παιδευτὰς καὶ πολιτικοὺς ἄνδρας ἀπὸ τῶν νῦν εἰρημένων· οὗτοι πάντες ἐκείνῳ τῷ δαίμονι προσνέμεσθαι ἄξιοι καὶ τῆς ἐκείνου μερίδος τε καὶ ἑταιρείας ἀριθμεῖσθαι.
133
καὶ δὴ νῦν μὲν ἐπεξῆλθον τοὺς ὑφʼ ἑνὸς ἑκάστου τῶν εἰρημένωνδαιμόνων ἐλαυνομένους· πολλάκις δὲ καὶ δύο τὸν αὐτὸν ἢ πάντες εἰλήχασι, τἀναντία ἀλλήλοις προστάττοντες καὶ ἀπειλοῦντες, εἰ μὴ πείθοιτο, μεγάλαις τισὶ περιβαλεῖν ζημίαις,
134
ὁ μὲν φιλήδονος ἀναλίσκειν εἰς τὰς ἡδονὰς κελεύων, καὶ μήτε χρυσοῦ μήτε ἀργύρου μήτε ἄλλου κτήματος φείδεσθαι μηδενός, ὁ δʼ αὖ φιλοχρήματοσκαὶ μικρολόγος οὐκ ἐῶν, ἀλλὰ κατέχων τε καὶ ἀπειλῶν, εἰ πείσεται ἐκείνῳ, λιμῷ τε καὶ δίψῃ καὶ ἁπάσῃ πενίᾳ τε καὶ ἀπορίᾳ διολλύειν αὐτόν.
135
πάλιν δὲ ὁ μὲν φιλόδοξος συμβουλεύει καὶ παρακαλεῖ προΐεσθαι τὰ ὄντα τιμῆς ἕνεκεν· ὁ δὲ καὶ πρὸς τοῦτον ἀπομάχεται καὶ ἀντιβαίνει. καὶ μὴν ὅ γε τῆς ἡδονῆς φίλοσκαὶ ὁ τῆς δόξης οὔποτε δύνανται συνᾷσαι οὐδὲ τὸ αὐτὸ εἰπεῖν. ὁ μὲν γὰρ καταφρονεῖ τῆς δόξης καὶ λῆρον ἡγεῖται καὶ τὸ τοῦ Σαρδαναπάλλου προφέρεται πολλάκις ἐλεγεῖον, τόσσʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα καὶ μετʼ ἔρωτος τέρπνʼ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ὄλβια πάντα λέλειπται,