Thesauros Edebiyat Felsefe Gnomologium Epicteteum (e Stobaei libris 3-4)

Gnomologium Epicteteum (e Stobaei libris 3-4)

Gnomologium Epicteteum (e Stobaei libris 3-4) Epictetus
63 καθάπερ ἀγαθὸς πωλοδάμνης οὐ τῶν πώλων τοὺς μὲν ἀγαθοὺς τρέφει, τοὺς δὲ δυσηνίους λιμώττειν ἐᾷ, ἀλλὰ τρέφει μὲν ἐπʼ ἴσης ἄμφω, κολάζει δὲ μᾶλλον θάτερον ἐξισοῦν θατέρῳ βιαζόμενος μέρει· οὕτω καὶ κηδεμονικὸς ἀνὴρ καὶ πολιτικῆς ἐπιστήμων δυνάμεως τῶν πολιτῶν τοὺς μὲν εὐγνώμονας ποιεῖν ἐπιχειρεῖ, τοὺς δὲ ἔμπαλιν οὐ καθάπαξ διαφθείρεσθαι, ἀλλὰ τροφῆς μὲν ἀμφοῖν ἥκιστα φθονεῖ, παιδεύει δὲ καὶ σφοδρότερον ἐπισπέρχει τὸν ἀντιβαίνοντα τῷ λόγῳ καὶ τῷ νόμῳ.
64 καθάπερ οὔτε κλαγγῇ χὴν οὔτε βληχῇ καταπλήσσεται πρόβατον, οὕτω μηδὲ πλήθους ἀνοήτου σε δεδιττέσθω φωνή.
65 ὥσπερ πλῆθος ἀκρίτως αἰτοῦν τί σε τῶν ἰδίων οὐ δυσωπεῖ, οὕτω μηδὲ ὄχλον ἀδίκως σε δυσωποῦντα διατραπῇς.
66 ὅπερ ἐπιβάλλει τῇ πόλει, τοῦτο εἴσφερε φθάνων· καὶ οὐδέποτε αἰτηθήσῃ τὰ μὴ ἐπιβάλλοντα.
67 ὥσπερ ὁ ἥλιος οὐ περιμένει λιτὰς καὶ γοητείας, ἵνʼ ἀνατείλῃ, ἀλλʼ εὐθὺς λάμπει καὶ πρὸς ἁπάντων ἀσπάζεται, οὕτω μηδὲ σὺ περίμενε κρότους καὶ ψόφους καὶ ἐπαίνους, ἵνʼ εὐποιήσῃς, ἀλλʼ ἑκοντὴς εὐεργέτει καὶ ἴσα τῷ ἡλίῳ φιληθήσῃ.
← Önceki 9 / 9

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi