Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

11.29 περὶ τί γὰρ ἐσπούδακεν ὅμοιον τῷ καλῷ, ἵνʼ αὐτὸν μεταθῶ καὶ εἴπω οὐκ ἔστιν ἐνθάδε τὸ καλόν, ἀλλʼ ἐνθάδε; θέλεις αὐτῷ λέγω οὐκ ἔστιν ἐν τῷ κεκοπρῶσθαι τὸ καλόν, ἀλλʼ ἐν τῷ λόγῳ; ἐφίεται γὰρ τοῦ καλοῦ; ἔμφασιν γάρ τινα αὐτοῦ ἔχει; ἄπελθε καὶ χοίρῳ διαλέγου, ἵνʼ ἐν βορβόρῳ μὴ κυλίηται.
11.30 διὰ τοῦτο καὶ Πολέμωνος ἥψαντο οἱ λόγοι οἱ Ξενοκράτους ὡς φιλοκάλου νεανίσκου· εἰσῆλθεν γὰρ ἔχων ἐναύσματα τῆς περὶ τὸ καλὸν σπουδῆς, ἀλλαχοῦ δʼ αὐτὸ ζητῶν.
11.31 ἐπεί τοι οὐδὲ τὰ ζῷα τὰ ἀνθρώποις σύντροφα ῥυπαρὰ ἐποίησεν ἡ φύσις. μή τι ἵππος κυλίεται ἐν βορβόρῳ, μή τι κύων γενναῖος; ἀλλʼ ὁ ὗς καὶ τὰ σαπρὰ χηνίδια καὶ σκώληκες καὶ ἀράχναι, τὰ μακροτάτω τῆς ἀνθρωπίνης συναναστροφῆς ἀπεληλασμένα.
11.32 σὺ οὖν ἄνθρωπος ὢν οὐδὲ ζῷον εἶναι θέλεις τῶν ἀνθρώποις συντρόφων, ἀλλὰ σκώληξ μᾶλλον ἢ ἀράχνιον; οὐ λούσῃ πού ποτε ὡς θέλεις, οὐκ ἀποπλυνεῖς σεαυτόν, οὐχ ἥξεις καθαρός, ἵνα σοι χαίρωσιν οἱ συνόντες; ἀλλὰ καὶ εἰς τὰ ἱερὰ ἡμῖν συνέρχῃ τοιοῦτος, ὅπου πτῦσαι οὐ νενόμισται οὐδʼ ἀπομύξασθαι, ὅλος ὢν πτύσμα καὶ μύξα;
11.33 τί οὖν; καλλωπίζεσθαί τις ἀξιοῖ; μὴ γένοιτο, εἰ μὴ ἐκεῖνο ὃ πεφύκαμεν, τὸν λόγον, τὰ δόγματα, τὰς ἐνεργείας, τὸ δὲ σῶμα μέχρι τοῦ καθαρίου, μέχρι τοῦ μὴ προσκόπτειν.
11.34 ἀλλʼ ἂν ἀκούσῃς, ὅτι οὐ δεῖ φορεῖν κόκκινα, ἀπελθὼν κόπρωσόν σου τὸν τρίβωνα ἢ κατάρρηξον. — ἀλλὰ πόθεν ἔχω καλὸν τρίβωνα; — ἄνθρωπε, ὕδωρ ἔχεις, πλῦνον αὐτόν.
11.35 ἰδοὺ νέος ἀξιέραστος, ἰδοὺ πρεσβύτης ἄξιος τοῦ ἐρᾶν καὶ ἀντερᾶσθαι, ᾧ τις υἱον αὑτοῦ παραδῷ θησόμενον, ᾧ θυγατέρες, ᾧ νέοι προσελεύσονται, ἂν οὕτως τύχῃ, ἵνα ἐν κοπρῶνι λέγῃ τὰς σχολάς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi