Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

11.15 τοιοῦτόν τι καὶ ἐνθάδε ποιεῖς καὶ οὐκ αἰσθάνῃ. σαυτὸν ἄξιον ἡγῇ τοῦ ὄζειν· ἔστω, ἴσθι ἄξιος. μή τι καὶ τοὺς παρακαθίζοντας, μή τι καὶ τοὺς συγκατακλινομένους, μή τι καὶ τοὺς καταφιλοῦντας;
11.16 ἢ ἄπελθʼ εἰς ἐρημίαν πού ποτε, ἧς ἄξιος εἶ, καὶ μόνος δίαγε κατόζων σεαυτοῦ. δίκαιον γάρ ἐστι τῆς σῆς ἀκαθαρσίας σὲ μόνον ἀπολαύειν. ἐν πόλει δʼ ὄντα οὕτως ἀπερισκέπτως καὶ ἀγνωμόνως ἀναστρέφεσθαι τίνος σοι φαίνεται;
11.17 εἰ δʼ ἵππον σοι πεπιστεύκει ἡ φύσις, περιεώρας αὐτὸν καὶ ἀτημέλητον; καὶ νῦν οἴου σου τὸ σῶμα ὡς ἵππον ἐγκεχειρίσθαι· πλῦνον αὐτό, ἀπόσμηξον, ποίησον, ἵνα σε μηδεὶς ἀποστρέφηται, μηδεὶς ἐκτρέπηται.
11.18 τίς δʼ οὐκ ἐκτρέπεται ῥυπαρὸν ἄνθρωπον, ὄζοντα, κακόχρουν μᾶλλον ἢ τὸν κεκοπρωμένον; ἐκείνη ἡ ὀσμὴ ἔξωθέν ἐστιν ἐπίθετος, ἡ δʼ ἐξ ἀθεραπευσίας ἔσωθεν καὶ οἱονεὶ διασεσηπότος.
11.19 ἀλλὰ Σωκράτης ὀλιγάκις ἐλούετο.— ἀλλὰ ἔστιλβεν αὐτοῦ τὸ σῶμα, ἀλλʼ ἦν οὕτως ἐπίχαρι καὶ ἡδύ, ὥστʼ ἤρων αὐτοῦ οἱ ὡραιότατοι καὶ εὐγενέστατοι καὶ ἐπεθύμουν ἐκείνῳ παρακατακλίνεσθαι μᾶλλον ἢ τοῖς εὐμορφοτάτοις. ἐξῆν ἐκείνῳ μήτε λούεσθαι μήτε πλύνεσθαι, εἰ ἤθελεν· καίτοι καὶ τὸ ὀλιγάκις ἰσχὺν εἶχεν. κἂν θερμῷ μὴ θέλῃς, ψυχρῷ.
11.20 — ἀλλὰ λέγει Ἀριστοφάνης τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγω. — Λέγει γὰρ καὶ ἀεροβατεῖν αὐτὸν καὶ ἐκ τῆς παλαίστρας κλέπτειν τὰ ἱμάτια.
11.21 ἐπεί τοι πάντες οἱ γεγραφότες περὶ Σωκράτους πάντα τἀναντία αὐτῷ προσμαρτυροῦσιν, ὅτι ἡδὺς οὐ μόνον ἀκοῦσαι, ἀλλὰ καὶ ἰδεῖν ἦν. πάλιν περὶ Διογένους ταὐτὰ γράφουσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi