Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

10.28 ὅταν θέλῃς, ἐξῆλθες καὶ οὐ καπνίζῃ. τί οὖν ἀγωνιᾷς, τί ἀγρυπνεῖς; οὐχὶ δὲ εὐθὺς ἀναλογισάμενος, ποῦ σου τὸ ἀγαθόν ἐστι καὶ τὸ κακόν, λέγεις ὅτι ἐπʼ ἐμοὶ ἀμφότερα· οὔτε τούτου τις ἀφελέσθαι με δύναται οὔτʼ ἐκείνῳ ἄκοντα περιβαλεῖν.
10.29 τί οὖν οὐ ῥέγχω βαλών; τὰ ἐμὰ ἀσφαλῶς ἔχει· τὰ ἀλλότρια ὄψεται αὐτὰ ὃς ἂν φέρῃ, ὡς ἂν διδῶται παρὰ τοῦ ἔχοντος ἐξουσίαν.
10.30 τίς εἰμι ὁ θέλων αὐτὰ οὕτως ἔχειν ἢ οὕτως; μὴ γάρ μοι δέδοται ἐκλογὴ αὐτῶν; μὴ γὰρ ἐμέ τις αὐτῶν διοικητὴν πεποίηκεν; ἀρκεῖ μοι ὧν ἔχω ἐξουσίαν. ταῦτά με δεῖ κάλλιστα παρασκευάσαι, τὰ δʼ ἄλλα ὡς ἂν θέλῃ ὁ ἐκείνων κύριος.
10.31 ταῦτά τις ἔχων πρὸ ὀφθαλμῶν ἀγρυπνεῖ, καὶ στρέφεται ἔνθα καὶ ἔνθα; τί θέλων ἢ τί ποθῶν; Πάτροκλον ἢ Ἀντίλοχον ἢ Μενέλαον; πότε γὰρ ἡγήσατο ἀθάνατόν τινα τῶν φίλων; πότε γὰρ οὐκ εἶχεν πρὸ ὀφθαλμῶν, ὅτι αὔριον ἢ εἰς τρίτην δεῖ ἢ αὐτὸν ἀποθανεῖν ἢ ἐκεῖνον;
10.32 ναί, φησίν, ἀλλʼ ᾤμην, ὅτι ἐκεῖνος ἐπιβιώσεταί μοι καὶ αὐξήσει μου τὸν υἱόν. μωρὸς γὰρ ἦς καὶ τὰ ἄδηλα ᾤου. τί οὖν οὐκ ἐγκαλεῖς σεαυτῷ, ἀλλὰ κλαίων κάθησαι ὡς τὰ κοράσια;
10.33 ἀλλʼ ἐκεῖνός μοι φαγεῖν παρετίθει. ἔζη γάρ, μωρέ· νῦν δʼ οὐ δύναται. ἀλλʼ Αὐτομέδων σοι παραθήσει· ἂν δὲ καὶ Αὐτομέδων ἀποθάνῃ, ἄλλον εὑρήσεις.
10.34 ἂν δʼ ἡ χύτρα, ἐν ᾗ ἥψετό σοι τὸ κρέας, καταγῇ, λιμῷ σε δεῖ ἀποθανεῖν, ὅτι μὴ ἔχεις τὴν συνήθη χύτραν; οὐ πέμπεις καὶ ἄλλην καινὴν ἀγοράζεις; οὐ μὲν γάρ τι,
10.35 φησίν, κακώτερον ἄλλο πάθοιμι. τοῦτο γάρ σοι κακόν ἐστιν; εἶτʼ ἀφεὶς τοῦτο ἐξελεῖν αἰτιᾷ τὴν μητέρα, ὅτι σοι οὐ προεῖπεν, ἵνʼ ὀδυνώμενος ἐξ ἐκείνου διατελῇς;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi