Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

10.5 περὶ ἐκκλίσεως, μὴ περιπτωτική, πρῶτον μὲν αὐτὸν καταφιλήσω, ὅτι ἀφεὶς περὶ ἃ οἱ ἄλλοι ἐπτόηνται καὶ τοὺς ἐκείνων φόβους περὶ τῶν ἰδίων ἔργων πεφρόντικεν, ὅπου αὐτός ἐστιν·
10.6 εἶτα ἐρῶ αὐτῷ εἰ μὴ θέλῃς ὀρέγεσθαι ἀποτευκτικῶς μηδʼ ἐκκλίνειν περιπτωτικῶς, μηδενὸς ὀρέγου τῶν ἀλλοτρίων, μηδὲν ἔκκλινε τῶν μὴ ἐπὶ σοί. εἰ δὲ μή, καὶ ἀποτυχεῖν καὶ περιπεσεῖν ἀνάγκη.
10.7 ποία ἐνθάδʼ ἀπορία; ποῦ τόπον ἔχει πῶς γένηται; καὶ πῶς ἀποβῇ; καὶ μὴ ἀπαντήσῃ τόδε ἢ τόδε;
10.8 νῦν οὐχὶ τὸ ἐκβησόμενον ἀπροαίρετον;— ναί. — ἡ δʼ οὐσία τοῦ ἀγαθοῦ καὶ κακοῦ ἐστιν ἐν τοῖς προαιρετικοῖς; — ναί. — ἔξεστιν οὖν σοι παντὶ τῷ ἀποβάντι χρῆσθαι κατὰ φύσιν; μή τις σε κωλῦσαι δύναται;
10.9 — οὐδείς. — μηκέτι οὖν μοι λέγε πῶς γένηται; ὅπως γὰρ ἂν γένηται, σὺ αὐτὸ θήσεις καλῶς καὶ ἔσται σοι τὸ ἀποβὰν εὐτύχημα.
10.10 ἢ τίς ἂν ἦν ὁ Ἡρακλῆς λέγων πῶς μοι μὴ μέγας λέων ἐπιφανῇ μηδὲ μέγας σῦς μηδὲ θηριώδεις ἄνθρωποι; καὶ τί σοι μέλει; ἂν μέγας σῦς ἐπιφανῇ, μεῖζον ἆθλον ἀθλήσεις· ἂν κακοὶ ἄνθρωποι, κακῶν ἀπαλλάξεις τὴν οἰκουμένην.
10.11 — ἂν οὖν οὕτως ἀποθάνω; — ἀγαθὸς ὢν ἀποθανῇ, γενναίαν πρᾶξιν ἐπιτελῶν ἐπεὶ γὰρ δεῖ πάντως ἀποθανεῖν, ἀνάγκη τί ποτε ποιοῦντα εὑρεθῆναι, ἢ γεωργοῦντα ἢ σκάπτοντα ἢ ἐμπορευόμενον ἢ ὑπατεύοντα ἢ ἀπεπτοῦντα ἢ διαρροιζόμενον.
10.12 τί οὖν θέλεις ποιῶν εὑρεθῆναι ὑπὸ τοῦ θανάτου; ἐγὼ μὲν τὸ ἐμὸν μέρος ἔργον τί ποτε ἀνθρωπικόν, εὐεργετικόν, κοινωφελές, γενναῖον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi