Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

8.12 τίς οὖν ὕλη τοῦ φιλοσόφου; μὴ τρίβων; οὔ, ἀλλὰ ὁ λόγος. τί τέλος; μή τι φορεῖν τρίβωνα; οὔ, ἀλλὰ τὸ ὀρθὸν ἔχειν τὸν λόγον. ποῖα θεωρήματα; μή τι τὰ περὶ τοῦ πῶς πώγων μέγας γίνεται ἢ κόμη βαθεῖα; ἀλλὰ μᾶλλον ἃ Ζήνων λέγει, γνῶναι τὰ τοῦ λόγου στοιχεῖα, ποῖόν τι ἕκαστον αὐτῶν ἐστι καὶ πῶς ἁρμόττεται πρὸς ἄλληλα καὶ ὅσα τούτοις ἀκόλουθά ἐστιν.
8.13 οὐ θέλεις οὖν ἰδεῖν πρῶτον, εἰ πληροῖ τὴν ἐπαγγελίαν ἀσχημονῶν, καὶ οὕτως τῷ ἐπιτηδεύματι ἐγκαλεῖν; νῦν δʼ, αὐτὸς ὅταν σωφρονῇς, ἐξ ὧν ποιεῖν σοι δοκεῖ κακῶς, λέγεις ὅρα τὸν φιλόσοφον (ὡς οὐ πρέποντος λέγειν τὸν ταῦτα ποιοῦντα φιλόσοφον) καὶ πάλιν τοῦτο φιλόσοφός ἐστιν. ὅρα δὲ τὸν τέκτονα οὐ λέγεις, ὅταν μοιχεύοντά τινα γνῷς ἢ λιχνεύοντα ἴδῃς, οὐδὲ ὅρα τὸν μουσικόν.
8.14 οὕτως ἐπὶ ποσὸν αἰσθάνῃ καὶ αὐτὸς τῆς ἐπαγγελίας τοῦ φιλοσόφου, ἀπολισθάνεις δὲ καὶ συγχέῃ ὑπὸ ἀμελετησίας.
8.15 ἀλλὰ καὶ αὐτοὶ οἱ καλούμενοι φιλόσοφοι ἀπὸ τῶν κοινῶν τὸ πρᾶγμα μετίασιν· εὐθὺς ἀναλαβόντες τρίβωνα καὶ πώγωνα καθέντες φασὶν ἐγὼ φιλόσοφός εἰμι.
8.16 οὐδεὶς δʼ ἐρεῖ ἐγὼ μουσικός εἰμι, ἂν πλῆκτρον καὶ κιθάραν ἀγοράσῃ, οὐδʼ ἐγὼ χαλκεύς εἰμι, ἂν πιλίον καὶ περίζωμα περιθῆται, ἀλλʼ ἁρμόζεται μὲν τὸ σχῆμα πρὸς τὴν τέχνην, ἀπὸ τῆς τέχνης δὲ τὸ ὄνομα, οὐκ ἀπὸ τοῦ σχήματος ἀναλαμβάνουσιν.
8.17 διὰ τοῦτο καλῶς Εὐφράτης ἔλεγεν ὅτι ἐπὶ πολὺ ἐπειρώμην λανθάνειν φιλοσοφῶν καὶ ἦν μοι, φησίν, τοῦτο ὠφέλιμον. πρῶτον μὲν γὰρ ᾔδειν, ὅσα καλῶς ἐποίουν, ὅτι οὐ διὰ τοὺς θεατὰς ἐποίουν, ἀλλὰ διʼ ἐμαυτόν· ἤσθιον ἐμαυτῷ καλῶς, κατεσταλμένον εἶχον τὸ βλέμμα, τὸν περίπατον· πάντα ἐμαυτῷ καὶ θεῷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi