Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

5.8 ποῦ οὖν ἔτι μάχης τόπος τῷ οὕτως ἔχοντι; μὴ γὰρ θαυμάζει τι τῶν γινομένων; μὴ γὰρ καινὸν αὐτῷ φαίνεται; μὴ γὰρ οὐ χείρονα καὶ χαλεπώτερα προσδέχεται τὰ παρὰ τῶν φαύλων ἢ ἀποβαίνει αὐτῷ; μὴ γὰρ οὐ κέρδος λογίζεται πᾶν ὅ τι ἀπολείπουσιν τοῦ ἐσχάτου;
5.9 ἐλοιδόρησέν σε ὁ δεῖνα. πολλὴ χάρις αὐτῷ, ὅτι μὴ ἔπληξεν. ἀλλὰ καὶ ἔπληξεν. πολλὴ χάρις, ὅτι μὴ ἔτρωσεν. ἀλλὰ καὶ ἔτρωσεν. πολλὴ χάρις, ὅτι μὴ ἀπέκτεινεν.
5.10 πότε γὰρ ἔμαθεν ἢ παρὰ τίνι, ὅτι ἥμερόν ἐστι ζῷον, ὅτι φιλάλληλον, ὅτι μεγάλη βλάβη τῷ ἀδικοῦντι αὐτὴ ἡ ἀδικία; ταῦτα οὖν μὴ μεμαθηκὼς μηδὲ πεπεισμένος, διὰ τί μὴ ἀκολουθήσῃ τῷ φαινομένῳ συμφέροντι;
5.11 βέβληκεν ὁ γείτων λίθους. μή τι οὖν σὺ ἡμάρτηκας; ἀλλὰ τὰ ἐν οἴκῳ κατεάγη. σὺ οὖν σκευάριον εἶ;
5.12 οὔ, ἀλλὰ προαίρεσις. τί οὖν σοι δίδοται πρὸς τοῦτο; ὡς μὲν λύκῳ ἀντιδάκνειν καὶ ἄλλους πλείονας λίθους βάλλειν· ἀνθρώπῳ δʼ ἐὰν ζητῇς, ἐπίσκεψαί σου τὸ ταμιεῖον, ἴδε τίνας δυνάμεις ἔχων ἐλήλυθας· μή τι τὴν θηριώδη; μή τι τὴν μνησικακητικήν;
5.13 ἵππος οὖν πότʼ ἄθλιός ἐστιν; ὅταν τῶν φυσικῶν δυνάμεων στέρηται· οὐχ ὅταν μὴ δύνηται κοκκύζειν, ἀλλʼ ὅταν μὴ τρέχειν. ὁ δὲ κύων; ὅταν πέτεσθαι μὴ δύνηται;
5.14 ἀλλʼ ὅταν μὴ ἰχνεύειν. μή ποτʼ οὖν οὕτως καὶ ἄνθρωπος δυστυχής ἐστιν οὐχ ὁ μὴ δυνάμενος λέοντας πνίγειν ἢ ἀνδριάντας περιλαμβάνειν (οὐ γὰρ πρὸς τοῦτο δυνάμεις τινὰς ἔχων ἐλήλυθεν παρὰ τῆς φύσεως), ἀλλʼ ὁ ἀπολωλεκὼς τὸ εὔγνωμον, ὁ τὸ πιστόν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi