Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

4.39 μία ὁδὸς ἐπὶ εὔροιαν ( τοῦτο καὶ ὄρθρου καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ ἔστω πρόχειρον), ἀπόστασις τῶν ἀπροαιρέτων, τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, τὸ παραδοῦναι πάντα τῷ δαιμονίῳ, τῇ τύχῃ, ἐκείνους ἐπιτρόπους αὐτῶν ποιήσασθαι,
4.40 οὓς καὶ ὁ Ζεὺς πεποίηκεν, αὐτὸν δὲ πρὸς ἑνὶ εἶναι μόνῳ, τῷ ἰδίῳ, τῷ ἀκωλύτῳ, καὶ ἀναγιγνώσκειν ἐπὶ τοῦτο ἀναφέροντα τὴν ἀνάγνωσιν καὶ γράφειν καὶ ἀκούειν.
4.41 διὰ τοῦτο οὐ δύναμαι εἰπεῖν φιλόπονον, ἂν ἀκούσω τοῦτο μόνον, ὅτι ἀναγιγνώσκει ἢ γράφει, κἂν προσθῇ τις, ὅτι ὅλας τὰς νύκτας, οὔπω λέγω, ἂν μὴ γνῶ τὴν ἀναφοράν. οὐδὲ γὰρ σὺ λέγεις φιλόπονον τὸν διὰ παιδισκάριον ἀγρυπνοῦντα· οὐ τοίνυν οὐδʼ ἐγώ.
4.42 ἀλλʼ ἐὰν μὲν ἕνεκα δόξης αὐτὸ ποιῇ, λέγω φιλόδοξον, ἂν δʼ ἕνεκα ἀργυρίου, φιλάργυρον, οὐ φιλόπονον.
4.43 ἂν δʼ ἐπὶ τὸ ἴδιον ἡγεμονικὸν ἀναφέρῃ τὸν πόνον, ἵνʼ ἐκεῖνο κατὰ φύσιν ἔχῃ καὶ διεξάγῃ, τότε λέγω μόνον φιλόπονον.
4.44 μηδέποτε γὰρ ἀπὸ τῶν κοινῶν μήτʼ ἐπαινεῖτε μήτε ψέγετε, ἀλλὰ ἀπὸ δογμάτων. ταῦτα γάρ ἐστι τὰ ἴδια ἑκάστου, τὰ καὶ τὰς πράξεις αἰσχρὰς ἢ καλὰς ποιοῦντα·
4.45 τούτων μεμνημένος χαῖρε τοῖς παροῦσιν καὶ ἀγάπα ταῦτα, ὧν καιρός ἐστιν.
4.46 εἴ τινα ὁρᾷς, ὧν ἔμαθες καὶ διεσκέψω, ἀπαντῶντά σοι εἰς τὰ ἔργα, εὐφραίνου ἐπʼ αὐτοῖς. εἰ τὸ κακόηθες καὶ λοίδορον ἀποτέθεισαι, μεμείωκας, εἰ τὸ προπετές, εἰ τὸ αἰσχρολόγον, εἰ τὸ εἰκαῖον, εἰ τὸ ἐπισεσυρμένον, εἰ οὐ κινῇ ἐφʼ οἷς πρότερον, εἰ οὐχ ὁμοίως γʼ ὡς πρότερον, ἑορτὴν ἄγειν δύνασαι καθʼ ἡμέραν, σήμερον, ὅτι καλῶς ἀνεστράφης ἐν τῷδε τῷ ἔργῳ, αὔριον, ὅτι ἐν ἑτέρῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi