Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

2.5 εἰ δὲ μή, οὗτος ὁ ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει, οὔτε προκόψεις κατʼ ἀξίαν οὔτʼ ἐκείνων τεύξῃ, ὧν πρότερον ἐτύγχανες.
2.6 πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς συνοῦσιν.
2.7 οὐ δύνασαι δʼ ἐν ἀμφοτέρῳ τῷ εἴδει διενεγκεῖν· ἀλλʼ ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῇς, ἀπολείπεσθαί σʼ ἐν θατέρῳ. οὐ δύνασαι μὴ πίνων μεθʼ ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι· ἑλοῦ οὖν, πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις ἢ νήφων ἀηδής. οὐ δύνασαι μὴ ᾁδων μεθʼ ὧν ᾖδες ὁμοίως φιλεῖσθαι ὑπʼ αὐτῶν· ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον θέλεις.
2.8 εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τινα ἡδὺς ἄνθρωπος, ἄφες τὰ ἕτερα, ἀπόγνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς.
2.9 εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία· γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν καὶ ποίει τὰ ἑξῆς καὶ τεύξῃ ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῷ ὀρχηστῇ.
2.10 διάφορα δʼ οὕτως πρόσωπα οὐ μίγνυται· οὐ δύνασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέλῃς, κυρτόν σε εἶναι δεῖ, φαλακρόν· ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὑποτεταγμένους φιλοῦντα.

τίνα τίνων ἀντικαταλλακτέον.

3.1 ἐκεῖνο πρόχειρον ἔχε, ὅταν τινὸς ἀπολείπῃ τῶν ἐκτός, τί ἀντʼ αὐτοῦ περιποιῇ· κἂν ᾖ πλείονος ἄξιον, μηδέποτʼ εἴπῃς ὅτι ἐζημίωμαι·
3.2 οὐδʼ ἂν ἀντὶ ὄνου ἵππον, οὐδʼ ἀντὶ προβάτου βοῦν, οὐδʼ ἀντὶ κέρματος πρᾶξιν καλήν, οὐδʼ ἀντὶ ψυχρολογίας ἡσυχίαν οἵαν δεῖ, οὐδʼ ἀντὶ αἰσχρολογίας αἰδῶ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi