Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 3

24.10 εἴ γε μὴ ὡς ἐπαοιδῶν αὐτῶν ἠκούομεν, ὅτι ὁ κόσμος οὗτος μία πόλις ἐστὶ καὶ ἡ οὐσία, ἐξ ἧς δεδημιούργηται, μία καὶ ἀνάγκη περίοδόν τινα εἶναι καὶ παραχώρησιν ἄλλων ἄλλοις καὶ τὰ μὲν διαλύεσθαι, τὰ δʼ ἐπιγίνεσθαι, τὰ μὲν μένειν ἐν τῷ αὐτῷ, τὰ δὲ κινεῖσθαι.
24.11 πάντα δὲ φίλων μεστά, πρῶτα μὲν θεῶν, εἶτα καὶ ἀνθρώπων φύσει πρὸς ἀλλήλους ᾠκειωμένων· καὶ δεῖ τοὺς μὲν παρεῖναι ἀλλήλοις, τοὺς δʼ ἀπαλλάττεσθαι, τοῖς μὲν συνοῦσι χαίροντας, τοῖς δʼ ἀπαλλαττομένοις μὴ ἀχθομένους.
24.12 ὁ δʼ ἄνθρωπος πρὸς τῷ φύσει μεγαλόφρων εἶναι καὶ πάντων τῶν ἀπροαιρέτων καταφρονητικὸς ἔτι κἀκεῖνο ἔσχηκε τὸ μὴ ἐρριζῶσθαι μηδὲ προσπεφυκέναι τῇ γῇ, ἀλλὰ ἄλλοτʼ ἐπʼ ἄλλους ἵεσθαι τόπους ποτὲ μὲν χρειῶν τινων ἐπειγουσῶν, ποτὲ δὲ καὶ αὐτῆς τῆς θέας ἕνεκα.
24.13 καὶ τῷ Ὀδυσσεῖ τὸ συμβὰν τοιοῦτόν τι ἦν· πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω· καὶ ἔτι πρόσθεν τῷ Ἡρακλεῖ περιελθεῖν τὴν οἰκουμένην ὅλην ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα καὶ τὴν μὲν ἐκβάλλοντα καὶ καθαίροντα, τὴν δʼ ἀντεισάγοντα.
24.14 καίτοι πόσους οἴει φίλους ἔσχεν ἐν Θήβαις, πόσους ἐν Ἄργει, πόσους ἐν Ἀθήναις, πόσους δὲ περιερχόμενος ἐκτήσατο, ὅς γε καὶ ἐγάμει, ὅπου καιρὸς ἐφάνη αὐτῷ, καὶ ἐπαιδοποιεῖτο καὶ τοὺς παῖδας ἀπέλειπεν οὐ στένων οὐδὲ ποθῶν οὐδʼ ὡς ὀρφανοὺς ἀφιείς;
24.15 ᾔδει γάρ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος ὀρφανός, ἀλλὰ πάντων ἀιεὶ καὶ διηνεκῶς ὁ πατήρ ἐστιν ὁ κηδόμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi