Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 3

23.15 ὅταν οὖν ἄνθρωπος συνειδὼς ἑαυτῷ μηθὲν ἀγαθὸν μήτε πεποιηκότι μήτʼ ἐνθυμουμένῳ εὕρῃ φιλόσοφον τὸν λέγοντα μεγαλοφυὴς καὶ ἁπλοῦς καὶ ἀκέραιος, τί δοκεῖς ἄλλο αὐτὸν λέγειν ἢ οὗτός τινά ποτέ μου χρείαν ἔχει;
23.16 ἢ εἰπέ μοι, τί μεγαλοφυοῦς ἔργον ἐπιδέδεικται; ἰδοὺ σύνεστί σοι τοσούτῳ χρόνῳ, διαλεγομένου σου ἀκήκοεν, ἀναγιγνώσκοντος ἀκήκοεν. κατέσταλται, ἐπέστραπται ἐφʼ αὑτόν; ᾔσθηται, ἐν οἵοις κακοῖς ἐστιν; ἀποβέβληκεν οἴησιν; ζητεῖ τὸν διδάξοντα;
23.17 — ζητεῖ, φησί. — τὸν διδάξοντα, πῶς δεῖ βιοῦν; οὔ, μωρέ· ἀλλὰ πῶς δεῖ φράζειν· τούτου γὰρ ἕνεκα καὶ σὲ θαυμάζει. ἄκουσον αὐτοῦ, τίνα λέγει. οὗτος ὁ ἄνθρωπος πάνυ τεχνικώτατα γράφει, Δίωνος πολὺ κάλλιον. ὅλον ἄλλο ἐστίν.
23.18 μή τι λέγει ὁ ἄνθρωπος αἰδήμων ἐστίν, οὗτος πιστός ἐστιν, οὗτος ἀτάραχός ἐστιν; εἰ δὲ καὶ ἔλεγεν, εἶπον ἂν αὐτῷ ἐπειδὴ οὗτος πιστός ἐστιν, οὗτος ὁ πιστὸς τί ἐστιν; καὶ εἰ μὴ εἶχεν εἰπεῖν, προσέθηκα ἂν ὅτι πρῶτον μάθε, τί λέγεις, εἶθʼ οὕτως λέγε.
23.19 οὕτως οὖν κακῶς διακείμενος καὶ χάσκων περὶ τοὺς ἐπαινέσοντας καὶ ἀριθμῶν τοὺς ἀκούοντάς σου θέλεις ἄλλους ὠφελεῖν; σήμερόν μου πολλῷ πλείονες ἤκουσαν. ναί, πολλοί. δοκοῦμεν ὅτι πεντακόσιοι. οὐδὲν λέγεις· θὲς αὐτοὺς χιλίους. Δίωνος οὐδέποτʼ ἤκουσαν τοσοῦτοι. πόθεν αὐτῷ; καὶ κομψῶς αἰσθάνονται λόγων.
23.20 τὸ καλόν, κύριε, καὶ λίθον κινῆσαι δύναται. ἰδοὺ φωναὶ φιλοσόφου, ἰδοὺ διάθεσις ὠφελήσοντος ἀνθρώπους· ἰδοὺ ἀκηκοὼς ἄνθρωπος λόγου, ἀνεγνωκὼς τὰ Σωκρατικὰ ὡς Σωκρατικά, οὐχὶ δʼ ὡς Λυσίου καὶ Ἰσοκράτους. πολλάκις ἐθαύμασα, τίσιν ποτὲ λόγοις. οὔ· ἀλλὰ τίνι ποτὲ λόγῳ· τοῦτʼ ἐκείνου λειότερον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi