Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 3

22.33 ταλαίπωρον ἡγεμονικὸν καὶ μόνον ἀτημέλητον καὶ ἀθεράπευτον. μέλλουσιν ἀποθνῄσκειν ὑπὸ τῶν Τρώων ἀναιρεθέντες. ἂν δʼ αὐτοὺς οἱ Τρῶες μὴ ἀποκτείνωσιν, οὐ μὴ ἀποθάνωσιν; ναί, ἀλλʼ οὐχʼ ὑφʼ ἓν πάντες. τί οὖν διαφέρει; εἰ γὰρ κακόν ἐστι τὸ ἀποθανεῖν, ἄν τε ὁμοῦ ἄν τε καθʼ ἕνα ὁμοίως κακόν ἐστιν. μή τι ἄλλο τι μέλλει γίνεσθαι ἢ τὸ σωμάτιον χωρίζεσθαι καὶ ἡ ψυχή;
22.34 οὐδέν. σοὶ δὲ ἀπολλυμένων τῶν Ἑλλήνων ἡ θύρα κέκλεισται; οὐκ ἔξεστιν ἀποθανεῖν; ἔξεστιν. τί οὖν πενθεῖς; οὐᾶ, βασιλεὺς καὶ τὸ τοῦ Διὸς σκῆπτρον ἔχων. ἀτυχὴς βασιλεὺς οὐ γίνεται· οὐ μᾶλλον ἢ ἀτυχὴς θεός.
22.35 τί οὖν εἶ; ποιμὴν ταῖς ἀληθείαις· οὕτως γὰρ κλάεις ὡς οἱ ποιμένες, ὅταν λύκος ἁρπάσῃ τι τῶν προβάτων αὐτῶν· καὶ οὗτοι δὲ πρόβατά εἰσιν οἱ ὑπὸ σοῦ ἀρχόμενοι.
22.36 τί δὲ καὶ ἤρχου; μή τι ὄρεξις ὑμῖν ἐκινδυνεύετο, μή τι ἔκκλισις, μή τι ὁρμή, μή τι ἀφορμή; οὔ, φησίν, ἀλλὰ τοῦ ἀδελφοῦ μου τὸ γυναικάριον ἡρπάγη.
22.37 οὐκ οὖν κέρδος μέγα στερηθῆναι μοιχικοῦ γυναικαρίου; καταφρονηθῶμεν οὖν ὑπὸ τῶν Τρώων; τίνων ὄντων; φρονίμων ἢ ἀφρόνων; εἰ φρονίμων, τί αὐτοῖς πολεμεῖτε; εἰ ἀφρόνων, τί ὑμῖν μέλει;
22.38 ἐν τίνι οὖν ἔστι τὸ ἀγαθόν, ἐπειδὴ ἐν τούτοις οὐκ ἔστιν; εἰπὲ ἡμῖν, κύριε ἄγγελε καὶ κατάσκοπε. ὅπου οὐ δοκεῖτε οὐδὲ θέλετε ζητῆσαι αὐτό. εἰ γὰρ ἠθέλετε, εὕρετε ἂν αὐτὸ ἐν ὑμῖν ὂν οὐδʼ ἂν ἔξω ἐπλάζεσθε οὐδʼ ἂν ἐζητεῖτε τὰ ἀλλότρια ὡς ἴδια.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi