Kitap 3
1.28
τοῦτο δʼ ἐπʼ ἀνδρός ἐστι τὸ μὴ ἔχειν· κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δʼ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν; δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ.
1.29
ὦ δεινοῦ θεάματος· οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν· νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτʼ αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει;
1.30
ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες;
1.31
ἀλλʼ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον· ὅλον διʼ ὅλων αὐτὸ ποίησον· ἆρον — τί ποτʼ ἐκεῖνο; — τὸ αἴτιον τῶν τριχῶν· ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δʼ ἥμισυ γυναικός.
1.32
τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. ναί· ἀλλὰ τοῖς λείοις χαίρουσιν. οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος;
1.33
τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν;
1.34
τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην;
1.35
ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι;