Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 3

13.2 ὅταν γοῦν ἀπολέσωμεν ἢ ἀδελφὸν ἢ υἱὸν ἢ φίλον, ᾧ προσαναπαυόμεθα, λέγομεν ἀπολελεῖφθαι ἔρημοι, πολλάκις ἐν Ῥώμῃ ὄντες, τοσούτου ὄχλου ἡμῖν ἀπαντῶντος καὶ τοσούτων συνοικούντων, ἔσθʼ ὅτε πλῆθος δούλων ἔχοντες.
13.3 θέλει γὰρ ὁ ἔρημος κατὰ τὴν ἔννοιαν ἀβοήθητός τις εἶναι καὶ ἐκκείμενος τοῖς βλάπτειν βουλομένοις. διὰ τοῦτο, ὅταν ὁδεύωμεν, τότε μάλιστα ἐρήμους λέγομεν ἑαυτούς, ὅταν εἰς λῃστὰς ἐμπέσωμεν. οὐ γὰρ ἀνθρώπου ὄψις ἐξαιρεῖται ἐρημίας, ἀλλὰ πιστοῦ καὶ αἰδήμονος καὶ ὠφελίμου.
13.4 ἐπεὶ εἰ τὸ μόνον εἶναι ἀρκεῖ πρὸς τὸ ἔρημον εἶναι, λέγε ὅτι καὶ ὁ Ζεὺς ἐν τῇ ἐκπυρώσει ἔρημός ἐστι καὶ κατακλαίει αὐτὸς ἑαυτοῦ· τάλας ἐγώ, οὔτε τὴν Ἥραν ἔχω οὔτε τὴν Ἀθηνᾶν οὔτε τὸν Ἀπόλλωνα οὔτε ὅλως ἢ ἀδελφὸν ἢ υἱὸν ἢ ἔγγονον ἢ συγγενῆ.
13.5 ταῦτα καὶ λέγουσί τινες ὅτι ποιεῖ μόνος ἐν τῇ ἐκπυρώσει. οὐ γὰρ ἐπινοοῦσι διεξαγωγὴν μόνου καὶ ἀπό τινος φυσικοῦ ὁρμώμενοι, ἀπὸ τοῦ φύσει κοινωνικοῦ εἶναι καὶ φιλαλλήλου καὶ ἡδέως συναναστρέφεσθαι ἀνθρώποις.
13.6 ἀλλʼ οὐδὲν ἧττον δεῖ τινα καὶ πρὸς τοῦτο παρασκευὴν ἔχειν τὸ δύνασθαι αὐτὸν ἑαυτῷ ἀρκεῖν, δύνασθαι αὐτὸν ἑαυτῷ συνεῖναι·
13.7 ὡς ὁ Ζεὺς αὐτὸς ἑαυτῷ σύνεστιν καὶ ἡσυχάζει ἐφʼ ἑαυτοῦ καὶ ἐννοεῖ τὴν διοίκησιν τὴν ἑαυτοῦ οἵα ἐστὶ καὶ ἐν ἐπινοίαις γίνεται πρεπούσαις ἑαυτῷ, οὕτως καὶ ἡμᾶς δύνασθαι αὐτοὺς ἑαυτοῖς λαλεῖν, μὴ προσδεῖσθαι ἄλλων, διαγωγῆς μὴ ἀπορεῖν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi