Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 2

26.4 δεινὸς οὖν ἐν λόγῳ, ὁ δʼ αὐτὸς καὶ προτρεπτικὸς καὶ ἐλεγκτικὸς οὗτος ὁ δυνάμενος ἑκάστῳ παραδεῖξαι τὴν μάχην, καθʼ ἣν ἁμαρτάνει, καὶ σαφῶς παραστῆσαι, πῶς ὃ θέλει οὐ ποιεῖ καὶ ὃ μὴ θέλει ποιεῖ.
26.5 ἂν γὰρ τοῦτο δείξῃ τις, αὐτὸς ἀφʼ αὑτοῦ ἀναποχωρήσει. μέχρι δὲ μὴ δεικνύῃς, μὴ θαύμαζε, εἰ ἐπιμένει· κατορθώματος γὰρ φαντασίαν λαμβάνων ποιεῖ αὐτό.
26.6 διὰ τοῦτο καὶ Σωκράτης ταύτῃ τῇ δυνάμει πεποιθὼς ἔλεγεν ὅτι ἐγὼ ἄλλον μὲν οὐδένα εἴωθα παρέχειν μάρτυρα ὧν λέγω, ἀρκοῦμαι δʼ ἀεὶ τῷ προσδιαλεγομένῳ καὶ ἐκεῖνον ἐπιψηφίζω καὶ καλῶ μάρτυρα καὶ εἷς ὢν οὗτος ἀρκεῖ μοι ἀντὶ πάντων.
26.7 ᾔδει γάρ, ὑπὸ τίνος λογικὴ ψυχὴ κινεῖται, ζυγῷ ἐπιρρέψει, ἄν τε θέλῃς ἄν τε μή. λογικῷ ἡγεμονικῷ δεῖξον μάχην καὶ ἀποστήσεται· ἂν δὲ μὴ δεικνύῃς, αὐτὸς σαυτῷ μᾶλλον ἐγκάλει ἢ τῷ μὴ πειθομένῳ.
← Önceki 87 / 87

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi