Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 2

23.2 οὐκ ἄρα τοῦτο ῥητέον, ὡς οὐδεμία δύναμίς ἐστιν ἀπαγγελτική· τοῦτο γὰρ ἅμα μὲν ἀσεβοῦς ἐστιν ἀνθρώπου, ἅμα δὲ δειλοῦ. ἀσεβοῦς μέν, ὅτι τὰς παρὰ τοῦ θεοῦ χάριτας ἀτιμάζει, ὥσπερ εἰ ἀνῄρει τὴν εὐχρηστίαν τῆς ὁρατικῆς ἢ τῆς ἀκουστικῆς δυνάμεως ἢ αὐτῆς τῆς φωνητικῆς.
23.3 εἰκῇ οὖν σοι ὁ θεὸς ὀφθαλμοὺς ἔδωκεν, εἰκῇ πνεῦμα ἐνεκέρασεν αὐτοῖς οὕτως ἰσχυρὸν καὶ φιλότεχνον, ὥστε μακρὰν ἐξικνούμενον ἀναμάσσεσθαι τοὺς τύπους τῶν ὁρωμένων;
23.4 καὶ ποῖος ἄγγελος οὕτως ὠκὺς καὶ ἐπιμελής; εἰκῇ δὲ καὶ τὸν μεταξὺ ἀέρα οὕτως ἐνεργὸν ἐποίησεν καὶ ἔντονον, ὥστε διʼ αὐτοῦ τεινομένου πως διικνεῖσθαι τὴν ὅρασιν; εἰκῇ δὲ φῶς ἐποίησεν, οὗ μὴ παρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν;
23.5 ἄνθρωπε, μήτʼ ἀχάριστος ἴσθι μήτε πάλιν ἀμνήμων τῶν κρεισσόνων, ἀλλʼ ὑπὲρ μὲν τοῦ ὁρᾶν καὶ ἀκούειν καὶ νὴ Δία ὑπὲρ αὐτοῦ τοῦ ζῆν καὶ τῶν συνεργῶν πρὸς αὐτό, ὑπὲρ καρπῶν ξηρῶν, ὑπὲρ οἴνου, ὑπὲρ ἐλαίου εὐχαρίστει τῷ θεῷ·
23.6 μέμνησο δʼ ὅτι ἄλλο τί σοι δέδωκεν κρεῖττον ἁπάντων τούτων, τὸ χρησόμενον αὐτοῖς, τὸ δοκιμάσον, τὸ τὴν ἀξίαν ἑκάστου λογιούμενον.
23.7 τί γάρ ἐστι τὸ ἀποφαινόμενον ὑπὲρ ἑκάστης τούτων τῶν δυνάμεων, πόσου τις ἀξία ἐστὶν αὐτῶν; μή τι αὐτὴ ἑκάστη ἡ δύναμις; μή τι τῆς ὁρατικῆς ποτʼ ἤκουσας λεγούσης τι περὶ ἑαυτῆς, μή τι τῆς ἀκουστικῆς; μή τι πυρῶν; μή τι κριθῶν; μή τι ἵππου; μή τι κυνός; ἀλλʼ ὡς διάκονοι καὶ δοῦλαι τεταγμέναι εἰσὶν ὑπηρετεῖν τῇ χρηστικῇ τῶν φαντασιῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi