Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 2

18.5 οὕτως ἔχει καὶ ἐπὶ τῶν ψυχικῶν· ὅταν ὀργισθῇς, γίγνωσκε ὅτι οὐ μόνον σοι τοῦτο γέγονεν κακόν, ἀλλʼ ὅτι καὶ τὴν ἕξιν ηὔξησας καὶ ὡς πυρὶ φρύγανα παρέβαλες.
18.6 ὅταν ἡττηθῇς τινος ἐν συνουσίᾳ, μὴ τὴν μίαν ἧτταν ταύτην λογίζου, ἀλλʼ ὅτι καὶ τὴν ἀκρασίαν σου τέτροφας, ἐπηύξησας.
18.7 ἀδύνατον γὰρ ἀπὸ τῶν καταλλήλων ἔργων μὴ καὶ τὰς ἕξεις καὶ τὰς δυνάμεις τὰς μὲν ἐμφύεσθαι μὴ πρότερον οὔσας, τὰς δʼ ἐπιτείνεσθαι καὶ ἰσχυροποιεῖσθαι.
18.8 οὕτως ἀμέλει καὶ τὰ ἀρρωστήματα ὑποφύεσθαι λέγουσιν οἱ φιλόσοφοι. ὅταν γὰρ ἅπαξ ἐπιθυμήσῃς ἀργυρίου, ἂν μὲν προσαχθῇ λόγος εἰς αἴσθησιν ἄξιων τοῦ κακοῦ, πέπαυταί τε ἡ ἐπιθυμία καὶ τὸ ἡγεμονικὸν ἡμῶν εἰς τὸ ἐξαρχῆς ἀποκατέστη·
18.9 ἐὰν δὲ μηδὲν προσαγάγῃς εἰς θεραπείαν, οὐκέτι εἰς ταὐτὰ ἐπάνεισιν, ἀλλὰ πάλιν ἐρεθισθὲν ὑπὸ τῆς καταλλήλου φαντασίας θᾶττον ἢ πρότερον ἐξήφθη πρὸς τὴν ἐπιθυμίαν. καὶ τούτου συνεχῶς γινομένου τυλοῦται λοιπὸν καὶ τὸ ἀρρώστημα βεβαιοῖ τὴν φιλαργυρίαν.
18.10 ὁ γὰρ πυρέξας, εἶτα παυσάμενος οὐχ ὁμοίως ἔχει τῷ πρὸ τοῦ πυρέξαι, ἂν μή τι θεραπευθῇ εἰς ἅπαν.
18.11 τοιοῦτόν τι καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν γίνεται. ἴχνη τινὰ καὶ μώλωπες ἀπολείπονται ἐν αὐτῇ, οὓς εἰ μή τις ἐξαλείψῃ καλῶς, πάλιν κατὰ τῶν αὐτῶν μαστιγωθεὶς οὐκέτι μώλωπας, ἀλλʼ ἕλκη ποιεῖ.
18.12 εἰ οὖν θέλεις μὴ εἶναι ὀργίλος, μὴ τρέφε σου τὴν ἕξιν, μηδὲν αὐτῇ παράβαλλε αὐξητικόν. τὴν πρώτην ἡσύχασον καὶ τὰς ἡμέρας ἀρίθμει ἃς οὐκ ὠργίσθης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi