Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 2

16.21 λοιπὸν ὑπὸ τῆς ἀμελετησίας προσεπισωρεύομεν ἀεί τινα καὶ προσπλάσσομεν μείζονα τῶν καθεστώτων.
16.22 εὐθὺς ἐγώ, ὅταν πλέω, κατακύψας εἰς τὸν βυθὸν ἢ τὸ πέλαγος περιβλεψάμενος καὶ μὴ ἰδὼν γῆν ἐξίσταμαι καὶ φανταζόμενος, ὅτι ὅλον με δεῖ τὸ πέλαγος τοῦτο ἐκπιεῖν, ἂν ναυαγήσω, οὐκ ἐπέρχεταί μοι, ὅτι μοι τρεῖς ξέσται ἀρκοῦσιν. τί οὖν με ταράσσει; τὸ πέλαγος; οὔ, ἀλλὰ τὸ δόγμα.
16.23 πάλιν ὅταν σεισμὸς γένηται, φαντάζομαι ὅτι ἡ πόλις ἐπιπίπτειν μοι μέλλει· οὐ γὰρ ἀρκεῖ μικρὸν λιθάριον, ἵνʼ ἔξω μου τὸν ἐγκέφαλον βάλῃ;
16.24 τίνα οὖν ἐστι τὰ βαροῦντα καὶ ἐξιστάντα ἡμᾶς; τίνα γὰρ ἄλλα ἢ τὰ δόγματα; τὸν γὰρ ἐξιόντα καὶ ἀπαλλαττόμενον τῶν συνήθων καὶ ἑταίρων καὶ τόπων καὶ συναναστροφῆς τί ἐστι τὸ βαροῦν ἄλλο ἢ δόγμα;
16.25 τὰ γοῦν παιδία εὐθὺς ὅταν κλαύσῃ μικρὰ τῆς τιτθῆς ἀπελθούσης, πλακούντιον λαβόντα ἐπιλέλησται.
16.26 θέλεις οὖν καὶ ἡμεῖς τοῖς παιδίοις ὁμοιῶμεν; οὔ, νὴ τὸν Δία. οὐ γὰρ ὑπὸ πλακουντίου τοῦτο πάσχειν ἀξιῶ, ἀλλʼ ὑπὸ δογμάτων ὀρθῶν.
16.27 τίνα δʼ ἐστὶ ταῦτα; ἃ δεῖ τὸν ἄνθρωπον ὅλην τὴν ἡμέραν μελετῶντα μηδενὶ προσπάσχειν τῶν ἀλλοτρίων, μηθʼ ἑταίρῳ μήτε τόπῳ μήτε γυμνασίοις, ἀλλὰ μηδὲ τῷ σώματι τῷ αὑτοῦ, μεμνῆσθαι δὲ τοῦ νόμου καὶ τοῦτον πρὸ ὀφθαλμῶν ἔχειν. τίς δʼ ὁ νόμος ὁ θεῖος;
16.28 τὰ ἴδια τηρεῖν, τῶν ἀλλοτρίων μὴ ἀντιποιεῖσθαι, ἀλλὰ διδομένοις μὲν χρῆσθαι, μὴ διδόμενα δὲ μὴ ποθεῖν, ἀφαιρουμένου δέ τινος ἀποδιδόναι εὐλύτως καὶ αὐτόθεν, χάριν εἰδότα οὗ ἐχρήσατο χρόνου, εἰ θέλεις μὴ κλάειν τὴν τιτθὴν καὶ μάμμην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi