Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 2

13.22 — ἱππεὺς οὖν ὢν εἰς πεδίον ἐληλυθὼς πρὸς πεζὸν ἀγωνιᾶς, ὅπου σὺ μεμελέτηκας, ἐκεῖνος δʼ ἀμελέτητός ἐστιν; — ναί· ἀλλὰ ἐξουσίαν ἔχει ἀποκτεῖναί με.
13.23 — λέγε οὖν τὰ ἀληθῆ, δύστηνε, καὶ μὴ ἀλαζονεύου μηδὲ φιλόσοφος εἶναι ἀξίου μηδὲ ἀγνόει σου τοὺς κυρίους, ἀλλὰ μέχρις ἂν ἔχῃς ταύτην τὴν λαβὴν τὴν ἀπὸ τοῦ σώματος, ἀκολούθει παντὶ τῷ ἰσχυροτέρῳ.
13.24 λέγειν δὲ Σωκράτης ἐμελέτα ὁ πρὸς τοὺς τυράννους οὕτως διαλεγόμενος, ὁ πρὸς τοὺς δικαστάς, ὁ ἐν τῷ δεσμωτηρίῳ. λέγειν Διογένης μεμελετήκει ὁ πρὸς Ἀλέξανδρον οὕτως λαλῶν, ὁ πρὸς Φίλιππον, ὁ πρὸς τοὺς πειρατάς, ὁ πρὸς τὸν ὠνησάμενον αὐτόν
13.25 (25, 26) ἐκείνοις, οἷς μεμέλετηκεν, τοῖς θαρροῦσι· σὺ δʼ ἐπὶ τὰ σαυτοῦ βάδιζε καὶ ἐκείνων ἀποστῇς μηδέποτε· εἰς τὴν γωνίαν ἀπελθὼν κάθησο καὶ πλέκε συλλογισμοὺς καὶ ἄλλῳ πρότεινε·
13.27 οὐκ ἔστι δʼ ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ.

πρὸς Νάσωνα.

14.1 εἰσελθόντος τινὸς τῶν Ῥωμαικῶν μετὰ υἱοῦ καὶ ἐπακούοντος ἑνὸς ἀναγνώσματος Οὗτος, ἔφη, ὁ τρόπος ἐστὶ τῆς διδασκαλίας καὶ ἀπεσιώπησεν.
14.2 ἀξιοῦντος δʼ ἐκείνου εὑρεῖν τὰ ἑξῆς Κόπον ἔχει, ἔφη, πᾶσα τέχνη τῷ ἰδιώτῃ καὶ ἀπείρῳ αὐτῆς, ὅταν παραδιδῶται.
14.3 καὶ τὰ μὲν ἀπὸ τῶν τεχνῶν γινόμενα τήν τε χρείαν εὐθὺς ἐνδείκνυται πρὸς ὃ γέγονεν καὶ τὰ πλεῖστα αὐτῶν ἔχει τι καὶ ἀγωγὸν καὶ ἐπίχαρι.
14.4 καὶ γὰρ σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές, τὸ δʼ ὑπόδημα χρήσιμον καὶ ἰδεῖν ἄλλως οὐκ ἀηδές.
14.5 καὶ τέκτονος ἡ μὲν μάθησις ἀνιαρὰ μάλιστα τῷ ἰδιώτῃ παρατυγχάνοντι, τὸ δʼ ἔργον ἐπιδείκνυσι τὴν χρείαν τῆς τέχνης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi