Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 2

12.14 τὸ πρῶτον δὲ τοῦτο καὶ μάλιστα ἴδιον Σωκράτους μηδέποτε παροξυνθῆναι ἐν λόγῳ, μηδέποτε λοίδορον προενέγκασθαι μηδέν, μηδέποθʼ ὑβριστικόν, ἀλλὰ τῶν λοιδορούντων ἀνέχεσθαι καὶ παύειν μάχην.
12.15 εἰ θέλετε γνῶναι, πόσην ἐν τούτῳ δύναμιν εἶχεν, ἀνάγνωτε τὸ Ξενοφῶντος Συμπόσιον καὶ ὄψεσθε πόσας μάχας διαλέλυκεν.
12.16 διὰ τοῦτο εἰκότως καὶ παρὰ τοῖς ποιηταῖς ἐν μεγίστῳ ἐπαίνῳ λέλεκται τὸ αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν.
12.17 τί οὖν; οὐ λίαν ἐστὶ νῦν ἀσφαλὲς τὸ πρᾶγμα καὶ μάλιστα ἐν Ῥώμῃ. τὸν γὰρ ποιοῦντα αὐτὸ οὐκ ἐν γωνίᾳ δηλονότι δεήσει ποιεῖν, ἀλλὰ προσελθόντα ὑπατικῷ τινι, ἂν οὕτως τύχῃ, πλουσίῳ πυθέσθαι αὐτοῦ
12.18 ἔχεις μοι εἰπεῖν, ὦ οὗτος, ᾧ τινι τοὺς ἵππους τοὺς σεαυτοῦ παρέδωκας; ἔγωγε. ἆρα τῷ τυχόντι καὶ ἀπείρῳ ἱππικῆς; οὐδαμῶς. τί δʼ; ᾧ τινι τὸ χρυσίον ἢ τὸ ἀργύριον ἢ τὴν ἐσθῆτα; οὐδὲ ταῦτα τῷ τυχόντι.
12.19 τὸ σῶμα δὲ τὸ σαυτοῦ ἤδη τινὶ ἔσκεψαι ἐπιτρέψαι εἰς ἐπιμέλειαν αὐτοῦ; πῶς γὰρ οὔ; ἐμπείρῳ δηλονότι καὶ τούτῳ ἀλειπτικῆς ἢ ἰατρικῆς; πάνυ μὲν οὖν.
12.20 πότερον ταῦτά σοι τὰ κράτιστά ἐστιν ἢ καὶ ἄλλο τι ἐκτήσω πάντων ἄμεινον; ποῖον καὶ λέγεις; τὸ αὐτοῖς νὴ Δία τούτοις χρώμενον καὶ δοκιμάζον ἕκαστον καὶ βουλευόμενον.
12.21 ἆρά γε τὴν ψυχὴν λέγεις; ὀρθῶς ὑπέλαβες· ταύτην γάρ τοι καὶ λέγω. πολὺ νὴ Δία τῶν ἄλλων τοῦτο ἄμεινον δοκῶ μοι κεκτῆσθαι.
12.22 ἔχεις οὖν εἰπεῖν, ὅτῳ τρόπῳ τῆς ψυχῆς ἐπιμεμέλησαι; οὐ γὰρ εἰκῇ χὠς ἔτυχεν εἰκός σε οὕτως σοφὸν ὄντα καὶ ἐν τῇ πόλει δόκιμον τὸ κράτιστον τῶν σεαυτοῦ περιορᾶν ἀμελούμενον καὶ ἀπολλύμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi