Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 1

17.8 ἐνταῦθα οὖν τὸ τῶν ἄλλων κριτήριον καὶ διʼ οὗ τἆλλα καταμανθάνεται μὴ καταμεμαθηκότες μηδʼ ἠκριβωκότες δυνησόμεθά τι τῶν ἄλλων ἀκριβῶσαι καὶ καταμαθεῖν;
17.9 καὶ πῶς οἷόν τε; ναί· ἀλλʼ ὁ μόδιος ξύλον ἐστὶ καὶ ἄκαρπον.
17.10 ἀλλὰ μετρητικὸν σίτου. καὶ τὰ λογικὰ ἄκαρπά ἐστι. καὶ περὶ τούτου μὲν ὀψόμεθα. εἰ δʼ οὖν καὶ τοῦτο δοίη τις, ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά.
17.11 τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης;
17.12 Ἀντισθένης δʼ οὐ λέγει; καὶ τίς ἐστιν ὁ γεγραφὼς ὅτι ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις; Σωκράτης δʼ οὐ λέγει; καὶ περὶ τίνος γράφει Ξενοφῶν, ὅτι ἤρχετο ἀπὸ τῆς τῶν ὀνομάτων ἐπισκέψεως, τί σημαίνει ἕκαστον;
17.13 ἆρʼ οὖν τοῦτό ἐστι τὸ μέγα καὶ τὸ θαυμαστὸν νοῆσαι Χρύσιππον ἢ ἐξηγήσασθαι; καὶ τίς λέγει τοῦτο; τί οὖν τὸ θαυμαστόν ἐστιν;
17.14 νοῆσαι τὸ βούλημα τῆς φύσεως. τί οὖν; αὐτὸς διὰ σεαυτοῦ παρακολουθεῖς; καὶ τίνος ἔτι χρείαν ἔχεις; εἰ γὰρ ἀληθές ἐστι τὸ πάντας ἄκοντας ἁμαρτάνειν, σὺ δὲ καταμεμάθηκας τὴν ἀλήθειαν, ἀνάγκη σε ἤδη κατορθοῦν.
17.15 ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος.
17.16 ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ὁ ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον. ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ Ῥωμαϊστί.
17.17 ποία οὖν ἐνθάδʼ ὀφρὺς τοῦ ἐξηγουμένου; οὐδʼ αὐτοῦ Χρυσίππου δικαίως, εἰ μόνον ἐξηγεῖται τὸ βούλημα τῆς φύσεως, αὐτὸς δʼ οὐκ ἀκολουθεῖ· πόσῳ πλέον τοῦ ἐκεῖνον ἐξηγουμένου;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi