Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 1

11.18 — οὐδαμῶς. — μὴ τοίνυν μάχην ἔχει τῷ φιλοστόργῳ τὸ εὐλόγιστον; — οὐ δοκεῖ μοι. — εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν ὄντος θάτερον εἶναι παρὰ φύσιν; ἢ γὰρ οὔ; — οὕτως, ἔφη.
11.19 — οὐκοῦν ὅ τι ἂν εὑρίσκωμεν ὁμοῦ μὲν φιλόστοργον ὁμοῦ δʼ εὐλόγιστον, τοῦτο θαρροῦντες ἀποφαινόμεθα ὀρθόν τε εἶναι καὶ καλόν;
11.20 — ἔστω, ἔφη. — τί οὖν; ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί σʼ ἀντερεῖν. ὑπολείπεται δʼ ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. — σκοπῶμεν δή. —
11.21 ἆρʼ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό; ἡ μήτηρ δʼ οὐ φιλοστοργεῖ τὸ παιδίον; — Φιλοστοργεῖ μὲν οὖν.
11.22 — οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει; — οὐκ ἔδει. — τί δʼ ἡ τιτθή; στέργει αὐτό; — στέργει, ἔφη. — ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; — οὐδαμῶς. — τί δʼ ὁ παιδαγωγός; οὐ στέργει αὐτό;
11.23 — στέργει. — ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελθεῖν, εἶθʼ οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἢ ἐν ταῖς χερσὶν τῶν οὔτε στεργόντων οὔτε κηδομένων ἀποθανεῖν; — μὴ γένοιτο.
11.24 — καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, ὅ τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι;
11.25 — ἄτοπον. — ἄγε, σὺ δʼ ἂν νοσῶν ἠβούλου φιλοστόργους οὕτως ἔχειν τοὺς προσήκοντας τούς τʼ ἄλλους καὶ αὐτὰ τὰ τέκνα καὶ τὴν γυναῖκα, ὥστʼ ἀφεθῆναι μόνος ὑπʼ αὐτῶν καὶ ἔρημος;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi