Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 1

6.42 ἀλλὰ κάθησθε πενθοῦντες καὶ στένοντες οἱ μὲν πρὸς αὐτὸν τὸν δόντα ἀποτετυφλωμένοι μηδʼ ἐπιγινώσκοντες τὸν εὐεργέτην, οἱ δʼ ὑπʼ ἀγεννείας εἰς μέμψεις καὶ τὰ ἐγκλήματα τῷ θεῷ ἐκτρεπόμενοι.
6.43 καίτοι πρὸς μεγαλοψυχίαν μὲν καὶ ἀνδρείαν ἐγὼ σοὶ δείξω ὅτι ἀφορμὰς καὶ παρασκευὴν ἔχεις, πρὸς δὲ τὸ μέμφεσθαι καὶ ἐγκαλεῖν ποίας ἀφορμὰς ἔχεις σὺ δʼ ἐμοὶ δείκνυε.

περὶ τῆς χρείας τῶν μεταπιπτόντων καὶ ὑποθετικῶν καὶ τῶν ὁμοίων.

7.1 ἡ περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς, ἔτι δὲ ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιούτους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ καθήκοντος οὖσα.
7.2 ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὕροοι ὁ καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν τὴν ἐν αὐτῇ καθήκουσαν.
7.3 οὐκοῦν ἢ τοῦτο λεγέτωσαν, ὅτι οὐ συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν ὁ σπουδαῖος ἢ ὅτι συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μηδʼ ὡς ἔτυχεν ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι,
7.4 μἢ τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν, ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις.
7.5 τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ; τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, πρὸς τὰ ἄδηλα ἐπέχειν.
7.6 ἆρʼ οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν; — ἀρκεῖ, φησίν. — οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δʼ ἀδοκίμους ἀποδοκιμάζεις;
7.7 — οὐκ ἀρκεῖ. — τί οὖν δεῖ τούτῳ προσλαβεῖν; τί γὰρ ἄλλο ἢ δύναμιν δοκιμαστικήν τε καὶ διακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi