Thesauros Edebiyat Felsefe Χαρακτῆρες

Χαρακτῆρες

Χαρακτῆρες Theophrastus
23.6 καὶ ἀγνώτων δὲ παρακαθημένων κελεῦσαι θεῖναι τὰς ψήφους ἕνα αὐτῶν καὶ ποσῶν καθʼ ἑξακοσίας καὶ κατὰ μίαν καὶ προστιθεὶς πιθανῶς ἑκάστοις τούτων ὀνόματα ποιῆσαι καὶ δέκα τάλαντα· καὶ τοῦτο φῆσαι εἰσενηνέχθαι εἰς ἐράνους αὑτῷ· καὶ τὰς τριηραρχίας εἰπεῖν ὅτι οὐ τίθησιν οὐδὲ τὰς λῃτουργίας, ὅσας λελῃτούργηκε.
23.7 καὶ προσελθὼν δʼ εἰς τοὺς ἵππους τοὺς ἀγαθοὺς τοῖς πωλοῦσι προσποιήσασθαι ὠνητιᾶν.
23.8 καὶ ἐπὶ τὰς κλίνας ἐλθὼν ἱματισμὸν ζητῆσαι εἰς δύο τάλαντα καὶ τῷ παιδὶ μάχεσθαι, ὅτι τὸ χρυσίον οὐκ ἔχων αὑτῷ ἀκολουθεῖ.
23.9 καὶ ἐν μισθωτῇ οἰκίᾳ οἰκῶν φῆσαι ταύτην εἶναι τὴν πατρῴαν πρὸς τὸν μὴ εἰδότα, καὶ διότι μέλλει πωλεῖν αὐτὴν διὰ τὸ ἐλάττω εἶναι αὑτῷ πρὸς τὰς ξενοδοκίας.

ὑπερηφανίας ΚΔʼ

24.1 ἔστι δὲ ἡ ὑπερηφανία καταφρόνησίς τις πλὴν αὑτοῦ τῶν ἄλλων, ὁ δὲ ὑπερήφανος τοιόσδε τις,
24.2 οἷος τῷ σπεύδοντι ἀπὸ δείπνου ἐντεύξεσθαι φάσκειν ἐν τῷ περιπατεῖν.
24.3 καὶ εὖ ποιήσας μεμνῆσθαι φάσκειν.
24.4 καὶ βαδίζων ἐν ταῖς ὁδοῖς τὰς διαίτας κρίνειν ἐν τάχει τοῖς ἐπιτρέψασι.
24.5 καὶ χειροτονούμενος ἐξόμνυσθαι τὰς ἀρχάς, οὐ φάσκων σχολάζειν.
24.6 καὶ προσελθεῖν πρότερος οὐδενὶ θελῆσαι.
24.7 καὶ τοὺς πωλοῦντάς τι ἢ μεμισθωμένους δεινὸς κελεῦσαι ἥκειν πρὸς αὐτὸν ἅμʼ ἡμέρᾳ.
24.8 καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι κάτω κεκυφώς, ὅταν δὲ αὐτῷ δόξῃ, ἄνω πάλιν.
24.9 καὶ ἑστιῶν τοὺς φίλους αὐτὸς μὴ συνδειπνεῖν, ἀλλὰ τῶν ὑφʼ αὑτόν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι.
24.10 καὶ προαποστέλλειν δέ, ἐπὰν πορεύηται, τὸν ἐροῦντα, ὅτι προσέρχεται.
24.11 καὶ οὔτε ἐπʼ ἀλειφόμενον αὑτὸν οὔτε λούμενον οὔτε ἐσθίοντα ἐᾶσαι ἂν εἰσελθεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi