Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 3

15.5 ἄλλος, εἰ ἄλλοι ἐμπεριλαμβάνονται οὓς ὁμολογοῦσιν μὴ ἐνόχους εἶναι τῇ διαβολῇ, οἷον εἰ, ὅτι καθάριος, ὁ δεῖνα μοιχός, καὶ ὁ δεῖνα ἄρα.
15.6 ἄλλος, εἰ ἄλλους διέβαλεν ἢ ἄλλος ἢ αὐτός, ἢ ἄνευ διαβολῆς ὑπελαμβάνοντο ὥσπερ αὐτὸς νῦν, οἳ πεφήνασιν οὐκ ἔνοχοι.
15.7 ἄλλος ἐκ τοῦ ἀντιδιαβάλλειν τὸν διαβάλλοντα· ἄτοπον γὰρ εἰ ὃς αὐτὸς ἄπιστος, οἱ τούτου λόγοι ἔσονται πιστοί.
15.8 ἄλλος, εἰ γέγονεν κρίσις, ὥσπερ Εὐριπίδης πρὸς Ὑγιαίνοντα ἐν τῇ ἀντιδόσει κατηγοροῦντα ὡς ἀσεβής, ὅς γʼ ἐποίησε κελεύων ἐπιορκεῖν, ἡ γλῶσσʼ ὀμώμοχʼ, ἡ δὲ φρὴν ἀνώμοτος. Eur. Hipp. 612 ἔφη γὰρ αὐτὸν ἀδικεῖν τὰς ἐκ τοῦ Διονυσιακοῦ ἀγῶνος κρίσεις εἰς τὰ δικαστήρια ἄγοντα· ἐκεῖ γὰρ αὐτῶν δεδωκέναι λόγον, ἢ δώσειν εἰ βούλεται κατηγορεῖν.
15.9 ἄλλος ἐκ τοῦ διαβολῆς κατηγορεῖν, ἡλίκον, καὶ τοῦτο, ὅτι ἄλλας κρίσεις ποιεῖ, καὶ ὅτι οὐ πιστεύει τῷ πράγματι.
15.9 κοινὸς δʼ ἀμφοῖν ὁ τόπος τὸ σύμβολα λέγειν, οἷον ἐν τῷ Τεύκρῳ ὁ Ὀδυσσεὺς ὅτι οἰκεῖος τῷ Πριάμῳ· ἡ γὰρ Ἡσιόνη ἀδελφή· ὁ δὲ ὅτι ὁ πατὴρ ἐχθρὸς τῷ Πριάμῳ, ὁ Τελαμών, καὶ ὅτι οὐ κατεῖπε τῶν κατασκόπων.
15.10 ἄλλος τῷ διαβάλλοντι, τὸ ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι μέγα συντόμως, ἢ πολλὰ ἀγαθὰ προθέντα, ὃ εἰς τὸ πρᾶγμα προφέρει ἓν ψέξαι. τοιοῦτοι δὲ οἱ τεχνικώτατοι καὶ ἀδικώτατοι· τοῖς ἀγαθοῖς γὰρ βλάπτειν πειρῶνται, μιγνύντες αὐτὰ τῷ κακῷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi