Kitap 3
11.10
δεῖ δʼ ἀεὶ προσεῖναι ἢ τὸ πρὸς ὃν λέγεται ἢ ὀρθῶς λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲς καὶ μὴ ἐπιπόλαιον ἔσται· ἔστιν γὰρ ταῦτα χωρὶς ἔχειν, οἷον ἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνοντα ἀλλʼ οὐκ ἀστεῖον, τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον, ἀλλʼ οὐκ ἀστεῖον, ἀλλʼ ἢ ἐὰν ἅμα ἄμφω ἔχῃ· ἄξιόν γʼ ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν. ὅσῳ δʼ ἂν πλείω ἔχῃ, τοσούτῳ ἀστειότερον φαίνεται, οἷον εἰ καὶ τὰ ὀνόματα μεταφορὰ εἴη καὶ μεταφορὰ τοιαδὶ καὶ ἀντίθεσις καὶ παρίσωσις, καὶ ἔχοι ἐνέργειαν.
11.11
εἰσὶν δὲ καὶ αἱ εἰκόνες, ὥσπερ εἴρηται καὶ ἐν τοῖς ἄνω, αἱ εὐδοκιμοῦσαι τρόπον τινὰ μεταφοραί· ἀεὶ γὰρ ἐκ δυοῖν λέγονται, ὥσπερ ἡ ἀνάλογον μεταφορά, οἷον ἡ ἀσπίς, φαμέν, ἐστι φιάλη Ἄρεως, καὶ τὸ τόξον φόρμιγξ ἄχορδος. οὕτω μὲν οὖν λέγουσιν οὐχ ἁπλοῦν, τὸ δʼ εἰπεῖν τὸ τόξον φόρμιγγα ἢ τὴν ἀσπίδα φιάλην ἁπλοῦν.
11.12
καὶ εἰκάζουσιν δὲ οὕτως, οἷον πιθήκῳ αὐλητήν, λύχνῳ ψακαζομένῳ εἰς μύωπα· ἄμφω γὰρ συνάγεται.
11.13
τὸ δὲ εὖ ἐστὶν ὅταν μεταφορὰ ᾖ· ἔστιν γὰρ εἰκάσαι τὴν ἀσπίδα φιάλῃ Ἄρεως καὶ τὸ ἐρείπιον ῥάκει οἰκίας, καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψῳδοῦντα, κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι. ἐν οἷς μάλιστά τʼ ἐκπίπτουσιν οἱ ποιηταὶ ἐὰν μὴ εὖ, καὶ ἐὰν εὖ, εὐδοκιμοῦσιν· λέγω δʼ ὅταν ἀποδιδῶσιν· ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ. ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ. καὶ τὰ τοιαῦτα πάντʼ εἰκόνες εἰσίν. αἱ δʼ εἰκόνες ὅτι μεταφοραί, εἴρηται πολλάκις.