Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 2

23.20 ἄλλος τὸ οὗ ἕνεκʼ ἂν εἴη ἢ γένοιτο, τούτου ἕνεκα φάναι εἶναι ἢ γεγενῆσθαι, οἷον εἰ δοίη ἄν τίς τινι ἵνʼ ἀφελόμενος λυπήσῃ, ὅθεν καὶ τοῦτʼ εἴρηται, πολλοῖς ὁ δαίμων οὐ κατʼ εὔνοιαν φέρων μεγάλα δίδωσιν εὐτυχήματʼ, ἀλλʼ ἵνα τὰς συμφορὰς λάβωσιν ἐπιφανεστέρας. καὶ τὸ ἐκ τοῦ Μελεάγρου τοῦ Ἀντιφῶντος, οὐχ ὡς κτάνωσι θῆρʼ, ὅπως δὲ μάρτυρες ἀρετῆς γένωνται Μελεάγρῳ πρὸς Ἑλλάδα. Antiphon fr. 2 καὶ τὸ ἐκ τοῦ Αἴαντος τοῦ Θεοδέκτου, ὅτι ὁ Διομήδης προείλετο Ὀδυσσέα οὐ τιμῶν, ἀλλʼ ἵνα ἥττων ᾖ ὁ ἀκολουθῶν· ἐνδέχεται γὰρ τούτου ἕνεκα ποιῆσαι.
23.21 ἄλλος, κοινὸς καὶ τοῖς ἀμφισβητοῦσιν καὶ τοῖς συμβουλεύουσι, σκοπεῖν τὰ προτρέποντα καὶ ἀποτρέποντα, καὶ ὧν ἕνεκα καὶ πράττουσι καὶ φεύγουσιν· ταῦτα γάρ ἐστιν ἃ ἐὰν μὲν ὑπάρχῃ δεῖ πράττειν, ἐὰν δὲ μὴ ὑπάρχῃ, μὴ πράττειν, οἷον, εἰ δυνατὸν καὶ ῥᾴδιον καὶ ὠφέλιμον ἢ αὐτῷ ἢ φίλοις ἢ βλαβερὸν ἐχθροῖς, κἂν ᾖ ἐπιζήμιον, εἰ ἐλάττων ἡ ζημία τοῦ πράγματος, καὶ προτρέπονται δʼ ἐκ τούτων καὶ ἀποτρέπονται ἐκ τῶν ἐναντίων. ἐκ δὲ τῶν αὐτῶν τούτων καὶ κατηγοροῦσι καὶ ἀπολογοῦνται· ἐκ μὲν τῶν ἀποτρεπόντων ἀπολογοῦνται, ἐκ δὲ τῶν προτρεπόντων κατηγοροῦσιν. ἔστι δʼ ὁ τόπος οὗτος ὅλη τέχνη ἥ τε Παμφίλου καὶ ἡ Καλλίππου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi