Kitap 2
21.14
δεῖ δὲ τῇ λέξει τὴν προαίρεσιν συνδηλοῦν, εἰ δὲ μή, τὴν αἰτίαν ἐπιλέγειν, οἷον οὕτως εἰπόντα, ὅτι δεῖ δὲ φιλεῖν οὐχ ὥσπερ φασίν, ἀλλʼ ὡς ἀεὶ φιλήσοντα· ἐπιβούλου γὰρ θάτερον, ἢ ὧδε, οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον· δεῖ γὰρ τὸν ἀληθινὸν φίλον ὡς φιλήσοντα ἀεὶ φιλεῖν, καὶ οὐδὲ τὸ μηδὲν ἄγαν· δεῖ γὰρ τούς γε κακοὺς ἄγαν μισεῖν.
21.15
ἔχουσι δʼ εἰς τοὺς λόγους βοήθειαν μεγάλην μίαν μὲν διὰ τὴν φορτικότητα τῶν ἀκροατῶν· χαίρουσι γὰρ ἐάν τις καθόλου λέγων ἐπιτύχῃ τῶν δοξῶν ἃς ἐκεῖνοι κατὰ μέρος ἔχουσιν. ὃ δὲ λέγω δῆλον ἔσται ὧδε, ἅμα δὲ καὶ πῶς δεῖ αὐτὰς θηρεύειν. ἡ μὲν γὰρ γνώμη, ὥσπερ εἴρηται, ἀπόφανσις καθόλου ἐστίν, χαίρουσι δὲ καθόλου λεγομένου ὃ κατὰ μέρος προϋπολαμβάνοντες τυγχάνουσι· οἷον εἴ τις γείτοσι τύχοι κεχρημένος ἢ τέκνοις φαύλοις, ἀποδέξαιτʼ ἂν τοῦ εἰπόντος ὅτι οὐδὲν γειτονίας χαλεπώτερον ἢ ὅτι οὐδὲν ἠλιθιώτερον τεκνοποιίας, ὥστε δεῖ στοχάζεσθαι ποῖα τυγχάνουσι προϋπολαμβάνοντες, εἶθʼ οὕτως περὶ τούτων καθόλου λέγειν.
21.16
ταύτην τε δὴ ἔχει μίαν χρῆσιν τὸ γνωμολογεῖν, καὶ ἑτέραν κρείττω· ἠθικοὺς γὰρ ποιεῖ τοὺς λόγους. ἦθος δὲ ἔχουσιν οἱ λόγοι ἐν ὅσοις δήλη ἡ προαίρεσις· αἱ δὲ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν διὰ τὸ ἀποφαίνεσθαι τὸν τὴν γνώμην λέγοντα καθόλου περὶ τῶν προαιρέσεων, ὥστε, ἂν χρησταὶ ὦσιν αἱ γνῶμαι, καὶ χρηστοήθη φαίνεσθαι ποιοῦσι τὸν λέγοντα.
21.16
περὶ μὲν οὖν γνώμης, καὶ τί ἐστι καὶ πόσα εἴδη ταύτης καὶ πῶς χρηστέον αὐτῇ καὶ τίνα ὠφέλειαν ἔχει, εἰρήσθω ταῦτα.