Kitap 1
14.5
καὶ τὸ θηριωδέστερον ἀδίκημα μεῖζον. καὶ ὃ ἐκ προνοίας μᾶλλον. καὶ ὃ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον ἢ ἐλεοῦσιν. καὶ τὰ μὲν ῥητορικά ἐστι τοιαῦτα, ὅτι πολλὰ ἀνῄρηκεν ἢ ὑπερβέβηκεν, οἷον ὅρκους, δεξιάς, πίστεις, ἐπιγαμίας· πολλῶν γὰρ ἀδικημάτων ὑπεροχή.
14.6
καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομαρτυροῦντες· ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν, εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ; καὶ ἐφʼ οἷς αἰσχύνη μάλιστα. καὶ εἰ τοῦτον ὑφʼ οὗ εὖ πέπονθεν· πλείω γὰρ ἀδικεῖ, ὅτι τε κακῶς ποιεῖ καὶ ὅτι οὐκ εὖ.
14.7
καὶ ὃ παρὰ τὰ ἄγραφα δίκαια· ἀμείνονος γὰρ μὴ διʼ ἀνάγκην δίκαιον εἶναι· τὰ μὲν οὖν γεγραμμένα ἐξ ἀνάγκης, τὰ δʼ ἄγραφα οὔ. ἄλλον δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα· ὁ γὰρ τὰ φοβερὰ ἀδικῶν καὶ τὰ ἐπιζήμια καὶ τὰ ἀζήμια ἀδικήσειεν ἄν. περὶ μὲν οὖν ἀδικήματος μείζονος καὶ ἐλάττονος εἴρηται.
15.1
περὶ δὲ τῶν ἀτέχνων καλουμένων πίστεων ἐχόμενόν ἐστι τῶν εἰρημένων ἐπιδραμεῖν· ἴδιαι γὰρ αὗται τῶν δικανικῶν.
15.2
εἰσὶν δὲ πέντε τὸν ἀριθμόν, νόμοι, μάρτυρες, συνθῆκαι, βάσανοι, ὅρκοι.
15.3
πρῶτον μὲν οὖν περὶ νόμων εἴπωμεν, πῶς χρηστέον καὶ προτρέποντα καὶ ἀποτρέποντα καὶ κατηγοροῦντα καὶ ἀπολογούμενον.
15.4
φανερὸν γὰρ ὅτι, ἐὰν μὲν ἐναντίος ᾖ ὁ γεγραμμένος τῷ πράγματι, τῷ κοινῷ χρηστέον καὶ τοῖς ἐπιεικεστέροις καὶ δικαιοτέροις.
15.5
καὶ ὅτι τὸ γνώμῃ τῇ ἀρίστῃ τοῦτʼ ἐστίν, τὸ μὴ παντελῶς χρῆσθαι τοῖς γεγραμμένοις.