Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 1

12.16 καὶ οἱ σφόδρα εὐδοκιμοῦντες καὶ οἱ σφόδρα ἀδοξοῦντες, οἱ μὲν ὡς οὐ δόξοντες, οἱ δʼ ὡς οὐδὲν μᾶλλον ἀδοξοῦντες.
12.17 αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες ἐπιχειροῦσιν ἀδικεῖν, ἀδικοῦσι δὲ τοὺς τοιούτους καὶ τὰ τοιαῦτα, τοὺς ἔχοντας ὧν αὐτοὶ ἐνδεεῖς ἢ εἰς τἀναγκαῖα ἢ εἰς ὑπεροχὴν ἢ εἰς ἀπόλαυσιν,
12.18 καὶ τοὺς πόρρω καὶ τοὺς ἐγγύς· τῶν μὲν γὰρ ἡ λῆψις ταχεῖα, τῶν δʼ ἡ τιμωρία βραδεῖα, οἷον οἱ συλῶντες τοὺς Καρχηδονίους.
12.19 καὶ τοὺς μὴ εὐλαβεῖς μηδὲ φυλακτικοὺς ἀλλὰ πιστευτικούς· ῥᾴδιον γὰρ πάντας λαθεῖν. καὶ τοὺς ῥαθύμους· ἐπιμελοῦς γὰρ τὸ ἐπεξελθεῖν. καὶ τοὺς αἰσχυντηλούς· οὐ γὰρ μαχητικοὶ περὶ κέρδους.
12.20 καὶ τοὺς ὑπὸ πολλῶν ἀδικηθέντας καὶ μὴ ἐπεξελθόντας, ὡς ὄντας κατὰ τὴν παροιμίαν τούτους Μυσῶν λείαν.
12.21 καὶ τοὺς μηδεπώποτε καὶ τοὺς πολλάκις· ἀμφότεροι γὰρ ἀφύλακτοι, οἱ μὲν ὡς οὐδέποτε, οἱ δʼ ὡς οὐκ ἂν ἔτι.
12.22 καὶ τοὺς διαβεβλημένους ἢ εὐδιαβόλους· οἱ τοιοῦτοι γὰρ οὔτε προαιροῦνται, φοβούμενοι τοὺς κριτάς, οὔτε δύνανται πείθειν, ὡς μισούμενοι καὶ φθονούμενοι.
12.23 καὶ πρὸς οὓς ἔχουσι πρόφασιν ἢ προγόνων ἢ αὐτῶν ἢ φίλων ἢ ποιησάντων κακῶς ἢ μελλησάντων, ἢ αὐτοὺς ἢ προγόνους ἢ ὧν κήδονται· ὥσπερ γὰρ ἡ παροιμία, προφάσεως δεῖται μόνον ἡ πονηρία.
12.24 καὶ τοὺς ἐχθροὺς καὶ τοὺς φίλους· τοὺς μὲν γὰρ ῥᾴδιον, τοὺς δὲ ἡδύ. καὶ τοὺς ἀφίλους, καὶ τοὺς μὴ δεινοὺς εἰπεῖν ἢ πρᾶξαι· ἢ γὰρ οὐκ ἐγχειροῦσιν ἐπεξιέναι, ἢ καταλλάττονται, ἢ οὐδὲν περαίνουσιν.
12.25 καὶ οἷς μὴ λυσιτελεῖ διατρίβειν ἐπιτηροῦσιν ἢ δίκην ἢ ἔκτισιν, οἷον οἱ ξένοι καὶ αὐτουργοί· ἐπὶ μικρῷ τε γὰρ διαλύονται καὶ ῥᾳδίως καταπαύονται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi