Kitap 1
12.8
καὶ οἷς ὑπάρχει κρύψις ἢ τρόποις ἢ τόποις, ἢ διαθέσεις εὔποροι. καὶ ὅσοις μὴ λανθάνουσιν ἔστιν δίωσις δίκης ἢ ἀναβολὴ χρόνου ἢ διαφθοραὶ κριτῶν. καὶ οἷς, ἐὰν γένηται ζημία, ἔστιν δίωσις τῆς ἐκτίσεως ἢ ἀναβολὴ χρόνιος. ἢ εἰ διʼ ἀπορίαν μηδὲν ἔχει ὅ τι ἀπολέσει.
12.9
καὶ οἷς τὰ μὲν κέρδη φανερὰ ἢ μεγάλα ἢ ἐγγύς, αἱ δὲ ζημίαι μικραὶ ἢ ἀφανεῖς ἢ πόρρω. καὶ ᾧ μὴ ἔστιν τιμωρία ἴση τῇ ὠφελείᾳ, οἷον δοκεῖ ἡ τυρρανίς.
12.10
καὶ ὅσοις τὰ μὲν ἀδικήματα λήμματα, αἱ δὲ ζημίαι ὀνείδη μόνον. καὶ οἷς τοὐναντίον τὰ μὲν ἀδικήματα εἰς ἔπαινόν τινα, οἷον εἰ συνέβη ἅμα τιμωρήσασθαι ὑπὲρ πατρὸς ἢ μητρός, ὥσπερ Ζήνωνι, αἱ δὲ ζημίαι εἰς χρήματα ἢ φυγὴν ἢ τοιοῦτόν τι· διʼ ἀμφότερα γὰρ ἀδικοῦσι καὶ ἀμφοτέρως ἔχοντες, πλὴν οὐχ οἱ αὐτοὶ ἀλλʼ οἱ ἐναντίοι τοῖς ἤθεσιν.
12.11
καὶ οἱ πολλάκις ἢ λεληθότες ἢ μὴ ἐζημιωμένοι, καὶ οἱ πολλάκις ἀποτετυχηκότες (εἰσὶ γάρ τινες καὶ ἐν τοῖς τοιούτοις, ὥσπερ ἐν τοῖς πολεμικοῖς, οἷοι ἀναμάχεσθαι).
12.12
καὶ οἷς ἂν παραχρῆμα ᾖ τὸ ἡδύ, τὸ δὲ λυπηρὸν ὕστερον, ἢ τὸ κέρδος, ἡ δὲ ζημία ὕστερον· οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, ἔστιν δὲ ἀκρασία περὶ πάντα ὅσων ὀρέγονται.
12.13
καὶ οἷς ἂν τοὐναντίον τὸ μὲν λυπηρὸν ἤδη ᾖ ἢ ἡ ζημία, τὸ δὲ ἡδὺ καὶ τὸ ὠφέλιμον ὕστερα καὶ χρονιώτερα· οἱ γὰρ ἐγκρατεῖς καὶ φρονιμώτεροι τὰ τοιαῦτα διώκουσιν.
12.14
καὶ οἷς ἂν ἐνδέχηται διὰ τύχην δόξαι πρᾶξαι ἢ διʼ ἀνάγκην ἢ διὰ φύσιν ἢ διʼ ἔθος, καὶ ὅλως ἁμαρτεῖν ἀλλὰ μὴ ἀδικεῖν.
12.15
καὶ οἷς ἂν ᾖ τοῦ ἐπιεικοῦς τυχεῖν. καὶ ὅσοι ἂν ἐνδεεῖς ὦσιν· διχῶς δέ εἰσιν ἐνδεεῖς· ἢ γὰρ ὡς ἀναγκαίου, ὥσπερ οἱ πένητες, ἢ ὡς ὑπερβολῆς, ὥσπερ οἱ πλούσιοι.