Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 1

9.38 χρηστέον δὲ καὶ τῶν αὐξητικῶν πολλοῖς, οἷον εἰ μόνος ἢ πρῶτος ἢ μετʼ ὀλίγων ἢ καὶ ὃ μάλιστα πεποίηκεν· ἅπαντα γὰρ ταῦτα καλά. καὶ τῷ ἐκ τῶν χρόνων καὶ τῶν καιρῶν· τούτῳ δʼ εἰ παρὰ τὸ προσῆκον. καὶ εἰ πολλάκις τὸ αὐτὸ κατώρθωκεν· μέγα γὰρ καὶ οὐκ ἀπὸ τύχης ἀλλὰ διʼ αὑτοῦ ἂν δόξειεν. καὶ εἰ τὰ προτρέποντα καὶ τιμῶντα διὰ τοῦτον εὕρηται καὶ κατεσκευάσθη, καὶ εἰς τοῦτον πρῶτον ἐγκώμιον ἐποιήθη, οἷον εἰς Ἱππόλοχον, καὶ εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα τὸ ἐν ἀγορᾷ σταθῆναι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐναντίων. κἂν μὴ καθʼ αὑτὸν εὐπορῇς, πρὸς ἄλλους ἀντιπαραβάλλειν, ὅπερ Ἰσοκράτης ἐποίει διὰ τὴν ἀσυνήθειαν τοῦ δικολογεῖν. δεῖ δὲ πρὸς ἐνδόξους συγκρίνειν· αὐξητικὸν γὰρ καὶ καλόν, εἰ σπουδαίων βελτίων.
9.39 πίπτει δʼ εὐλόγως ἡ αὔξησις εἰς τοὺς ἐπαίνους· ἐν ὑπεροχῇ γάρ ἐστιν, ἡ δʼ ὑπεροχὴ τῶν καλῶν· διὸ κἂν μὴ πρὸς τοὺς ἐνδόξους, ἀλλὰ πρὸς τοὺς ἄλλους δεῖ παραβάλλειν, ἐπείπερ ἡ ὑπεροχὴ δοκεῖ μηνύειν ἀρετήν.
9.40 ὅλως δὲ τῶν κοινῶν εἰδῶν ἅπασι τοῖς λόγοις ἡ μὲν αὔξησις ἐπιτηδειοτάτη τοῖς ἐπιδεικτικοῖς (τὰς γὰρ πράξεις ὁμολογουμένας λαμβάνουσιν, ὥστε λοιπὸν μέγεθος περιθεῖναι καὶ κάλλος)· τὰ δὲ παραδείγματα τοῖς συμβουλευτικοῖς (ἐκ γὰρ τῶν προγεγονότων τὰ μέλλοντα καταμαντευόμενοι κρίνομεν)· τὰ δʼ ἐνθυμήματα τοῖς δικανικοῖς (αἰτίαν γὰρ καὶ ἀπόδειξιν μάλιστα δέχεται τὸ γεγονὸς διὰ τὸ ἀσαφές).

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi