Kitap 1
9.11
μεγαλοψυχία δὲ ἀρετὴ μεγάλων ποιητικὴ εὐεργετημάτων μικροψυχία δὲ τοὐναντίον,
9.12
μεγαλοπρέπεια δὲ ἀρετὴ ἐν δαπανήμασι μεγέθους ποιητική, μικροψυχία δὲ καὶ μικροπρέπεια τἀναντία.
9.13
φρόνησις δʼ ἐστὶν ἀρετὴ διανοίας καθʼ ἣν εὖ βουλεύεσθαι δύνανται περὶ ἀγαθῶν καὶ κακῶν τῶν εἰρημένων εἰς εὐδαιμονίαν.
9.14
περὶ μὲν οὖν ἀρετῆς καὶ κακίας καθόλου καὶ περὶ τῶν μορίων εἴρηται κατὰ τὸν ἐνεστῶτα καιρὸν ἱκανῶς, περὶ δὲ τῶν ἄλλων οὐ χαλεπὸν ἰδεῖν· φανερὸν γὰρ ὅτι ἀνάγκη τά τε ποιητικὰ τῆς ἀρετῆς εἶναι καλά (πρὸς ἀρετὴν γάρ) καὶ τὰ ἀπʼ ἀρετῆς γινόμενα, τοιαῦτα δὲ τά τε σημεῖα τῆς ἀρετῆς καὶ τὰ ἔργα·
9.15
ἐπεὶ δὲ τὰ σημεῖα καὶ τὰ τοιαῦτα ἅ ἐστιν ἀγαθοῦ ἔργα ἢ πάθη καλά, ἀνάγκη ὅσα τε ἀνδρείας ἔργα ἢ σημεῖα ἀνδρείας ἢ ἀνδρείως πέπρακται καλὰ εἶναι, καὶ τὰ δίκαια καὶ τὰ δικαίως ἔργα (πάθη δὲ οὔ· ἐν μόνῃ γὰρ ταύτῃ τῶν ἀρετῶν οὐκ ἀεὶ τὸ δικαίως καλόν, ἀλλʼ ἐπὶ τοῦ ζημιοῦσθαι αἰσχρὸν τὸ δικαίως μᾶλλον ἢ τὸ ἀδίκως), καὶ κατὰ τὰς ἄλλας δὲ ἀρετὰς ὡσαύτως.
9.16
καὶ ἐφʼ ὅσοις τὰ ἆθλα τιμή, καλά. καὶ ἐφʼ ὅσοις τιμὴ μᾶλλον ἢ χρήματα. καὶ ὅσα μὴ αὑτοῦ ἕνεκα πράττει τις τῶν αἱρετῶν,
9.17
καὶ τὰ ἁπλῶς ἀγαθά, ὅσα τε ὑπὲρ πατρίδος τις ἐποίησεν παριδὼν τὸ αὑτοῦ, καὶ τὰ τῇ φύσει ἀγαθά, καὶ ἃ μὴ αὐτῷ ἀγαθά· αὑτοῦ γὰρ ἕνεκα τὰ τοιαῦτα.
9.18
καὶ ὅσα τεθνεῶτι ἐνδέχεται ὑπάρχειν μᾶλλον ἢ ζῶντι· τὸ γὰρ αὑτοῦ ἕνεκα μᾶλλον ἔχει τὰ ζῶντι.
9.19
καὶ ὅσα ἔργα τῶν ἄλλων ἕνεκα· ἧττον γὰρ αὑτοῦ. καὶ ὅσαι εὐπραγίαι περὶ ἄλλους ἀλλὰ μὴ περὶ αὑτόν, καὶ αἱ περὶ τοὺς εὖ ποιήσαντας· δίκαιον γάρ. καὶ τὰ εὐεργετήματα· οὐ γὰρ εἰς αὑτόν.