Kitap 1
7.7
καὶ τὰ μείζονος ἀγαθοῦ ποιητικὰ μείζω· τοῦτο γὰρ ἦν τὸ μείζονος ποιητικῷ εἶναι. καὶ οὗ τὸ ποιητικὸν μεῖζον, ὡσαύτως· εἰ γὰρ τὸ ὑγιεινὸν αἱρετώτερον τοῦ ἡδέος καὶ μεῖζον ἀγαθόν, καὶ ἡ ὑγίεια τῆς ἡδονῆς μείζων.
7.8
καὶ αἱρετώτερον τὸ καθʼ αὑτὸ τοῦ μὴ καθʼ αὑτό, οἷον ἰσχὺς ὑγιεινοῦ· τὸ μὲν γὰρ οὐχ αὑτοῦ ἕνεκα, τὸ δὲ αὑτοῦ, ὅπερ ἦν τὸ ἀγαθόν.
7.9
κἂν ᾖ τὸ μὲν τέλος, τὸ δὲ μὴ τέλος· τὸ μὲν γὰρ ἄλλου ἕνεκα, τὸ δὲ αὑτοῦ, οἷον τὸ γυμνάζεσθαι τοῦ εὖ ἔχειν τὸ σῶμα.
7.10
καὶ τὸ ἧττον προσδεόμενον θατέρου ἢ ἑτέρων· αὐταρκέστερον γάρ· ἧττον δὲ προσδεῖται τὸ ἐλαττόνων ἢ ῥᾳόνων προσδεόμενον.
7.11
καὶ ὅταν τόδε μὲν ἄνευ τοῦδε μὴ ᾖ, ἢ μὴ δυνατὸν ᾖ γενέσθαι, θάτερον δὲ ἄνευ τούτου, αὐταρκέστερον δὲ τὸ μὴ δεόμενον, ὥστε φαίνεται μεῖζον ἀγαθόν.
7.12
κἂν ᾖ ἀρχή, τὸ δὲ μὴ ἀρχή, κἂν ᾖ αἴτιον, τὸ δʼ οὐκ αἴτιον, διὰ τὸ αὐτό· ἄνευ γὰρ αἰτίου καὶ ἀρχῆς ἀδύνατον εἶναι ἢ γενέσθαι. καὶ δυοῖν ἀρχαῖν τὸ ἀπὸ τῆς μείζονος ἀρχῆς μεῖζον, καὶ δυοῖν αἰτίοιν τὸ ἀπὸ τοῦ μείζονος αἰτίου μεῖζον. καὶ ἀνάπαλιν δὲ δυοῖν ἀρχαῖν ἡ τοῦ μείζονος ἀρχὴ μείζων, καὶ δυοῖν αἰτίοιν τὸ τοῦ μείζονος αἴτιον μεῖζον.
7.13
δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι ἀμφοτέρως μεῖζον ἔστιν φαίνεσθαι· καὶ γὰρ εἰ ἀρχή, τὸ δὲ μὴ ἀρχή, δόξει μεῖζον εἶναι, καὶ εἰ μὴ ἀρχή, τὸ δὲ ἀρχή· τὸ γὰρ τέλος μεῖζον καὶ οὐχ ἡ ἀρχή, ὥσπερ ὁ Λεωδάμας κατηγορῶν ἔφη Καλλιστράτου τὸν βουλεύσαντα τοῦ πράξαντος μᾶλλον ἀδικεῖν· οὐ γὰρ ἂν πραχθῆναι μὴ βουλεύσαντος· πάλιν δὲ καὶ Χαβρίου, τὸν πράξαντα τοῦ βουλεύσαντος· οὐ γὰρ ἂν γενέσθαι, εἰ μὴ ἦν ὁ πράξων· τούτου γὰρ ἕνεκα ἐπιβουλεύειν, ὅπως πράξωσιν.