Kitap 1
7.2
ἔστω δὴ ὑπερέχον μὲν τὸ τοσοῦτον καὶ ἔτι, ὑπερεχόμενον δὲ τὸ ἐνυπάρχον, καὶ μεῖζον μὲν ἀεὶ καὶ πλεῖον πρὸς ἔλαττον, μέγα δὲ καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον πρὸς τὸ τῶν πολλῶν μέγεθος, καὶ ὑπερέχον μὲν τὸ μέγα, τὸ δὲ μικρὸν ἐλλεῖπον, καὶ πολὺ καὶ ὀλίγον ὡσαύτως.
7.3
ἐπεὶ οὖν ἀγαθὸν λέγομεν τό τε αὐτὸ αὑτοῦ ἕνεκα καὶ μὴ ἄλλου αἱρετόν, καὶ οὗ πάντʼ ἐφίεται, καὶ ὃ νοῦν ἂν καὶ φρόνησιν λαβόντα ἕλοιτο, καὶ τὸ ποιητικὸν καὶ τὸ φυλακτικόν, ἢ ᾧ ἕπεται τὰ τοιαῦτα, τὸ δʼ οὗ ἕνεκα τὸ τέλος ἐστίν, τέλος δέ ἐστιν οὗ ἕνεκα τὰ ἄλλα, αὐτῷ δὲ ἀγαθὸν τὸ πρὸς αὐτὸν ταῦτα πεπονθός, ἀνάγκη τά γε πλείω τοῦ ἑνὸς καὶ τῶν ἐλαττόνων, συναριθμουμένου τοῦ ἑνὸς ἢ τῶν ἐλαττόνων, μεῖζον ἀγαθὸν εἶναι· ὑπερέχει γάρ, τὸ δὲ ἐνυπάρχον ὑπερέχεται.
7.4
καὶ ἐὰν τὸ μέγιστον τοῦ μεγίστου ὑπερέχῃ, καὶ αὐτὰ αὐτῶν· καὶ ὅσα αὐτὰ αὐτῶν, καὶ τὸ μέγιστον τοῦ μεγίστου· οἷον εἰ ὁ μέγιστος ἀνὴρ γυναικὸς τῆς μεγίστης μείζων, καὶ ὅλως οἱ ἄνδρες τῶν γυναικῶν μείζους, καὶ εἰ οἱ ἄνδρες ὅλως τῶν γυναικῶν μείζους, καὶ ἀνὴρ ὁ μέγιστος τῆς μεγίστης γυναικὸς μείζων· ἀνάλογον γὰρ ἔχουσιν αἱ ὑπεροχαὶ τῶν γενῶν καὶ τῶν μεγίστων ἐν αὐτοῖς.
7.5
καὶ ὅταν τόδε μὲν τῷδε ἕπηται, ἐκεῖνο δὲ τούτῳ μή, ἕπηται δὲ ἢ τῷ ἅμα ἢ τῷ ἐφεξῆς ἢ τῇ δυνάμει· ἐνυπάρχει γὰρ ἡ χρῆσις ἡ τοῦ ἑπομένου ἐν τῇ θατέρου. ἕπεται δὲ ἅμα μὲν τῷ ὑγιαίνειν τὸ ζῆν, τούτῳ δὲ ἐκεῖνο οὔ, ὕστερον δὲ τῷ μανθάνειν τὸ ἐπίστασθαι, δυνάμει δὲ τῷ ἱεροσυλεῖν τὸ ἀποστερεῖν· ὁ γὰρ ἱεροσυλήσας κἂν ἀποστερήσειεν.
7.6
καὶ τὰ ὑπερέχοντα τοῦ αὐτοῦ μείζονι μείζω· ἀνάγκη γὰρ ὑπερέχειν καὶ τοῦ μείονι.