Kitap 2
33
διαπλέοντος δʼ αὐτοῦ τὸν νομόν, οὗ ἐστι θεὸς ὁ κροκόδειλος, ἡρπάσθη τις τῶν παίδων αὐτοῦ. καλέσας οὖν τοὺς ἱερεῖς ἔφη πρότερος ἀδικηθεὶς ἀμύνεσθαι τοὺς κροκοδείλους, καὶ προσέταξε θηρεύειν αὐτούς. οἱ δὲ ἱερεῖς, ἵνα μὴ ὁ θεὸς αὐτῶν καταφρονηθῇ, συναγαγόντες ὅσον ἠδύναντο χρυσίον ἔδοσαν αὐτῷ καὶ οὕτως ἐπαύσατο.
33
Ἀλεξάνδρου τοῦ βασιλέως ἐντειλαμένου αὐτῷ οἰκίσαι πόλιν πρὸς τῇ Φάρῳ καὶ τὸ ἐμπόριον τὸ πρότερον ὂν ἐπὶ τοῦ Κανώβου ἐνταῦθα ποιῆσαι, καταπλεύσας εἰς τὸν Κάνωβον πρὸς τοὺς ἱερεῖς καὶ τοὺς κτήματα ἔχοντας ἐκεῖ ἐπὶ τούτῳ ἥκειν ἔφη ὥστε μετοικίσαι αὐτούς. οἱ δὲ ἱερεῖς καὶ οἱ κάτοικοι εἰσενέγκαντες χρήματα ἔδωκαν, ἵνʼ ἐᾷ κατὰ χώραν αὐτοῖς τὸ ἐμπόριον. ὁ δὲ λαβὼν τότε μὲν ἀπηλλάγη, εἶτα δὲ καταπλεύσας, ἐπεὶ ἦν εὐτρεπῆ αὐτῷ τὰ πρὸς τὴν οἰκοδομίαν, ᾔτει αὐτοὺς χρήματα ὑπερβαλὼν τῷ πλήθει· τοῦτο γὰρ αὑτῷ τὸ διάφορον εἶναι, τὸ αὐτοῦ εἶναι τὸ ἐμπόριον καὶ μὴ ἐκεῖ. ἐπεὶ δʼ οὐκ ἂν ἔφασαν δύνασθαι δοῦναι, μετῴκισεν αὐτούς.