Thesauros Edebiyat Felsefe Οἰκονομικά

Οἰκονομικά

Οἰκονομικά Aristotle

Kitap 1

3 ὥσπερ δὲ καὶ τοῖς ἄλλοις ὅταν μὴ γίγνηται τοῖς βελτίοσι βέλτιον μηδὲ ἆθλα ᾖ ἀρετῆς καὶ κακίας, γίγνονται χείρους, οὕτω καὶ περὶ οἰκέτας.
4 διόπερ δεῖ ποιεῖσθαι σκέψιν καὶ διανέμειν τε καὶ ἀνιέναι κατʼ ἀξίαν ἕκαστα, καὶ τροφὴν καὶ ἐσθῆτα καὶ ἀργίαν καὶ κολάσεις, λόγῳ καὶ ἔργῳ μιμουμένους τὴν τῶν ἰατρῶν δύναμιν ἐν φαρμάκου λόγῳ, προσθεωροῦντας ὅτι ἡ τροφὴ οὐ φάρμακον διὰ τὸ συνεχές.
5 γένη δὲ ἂν εἴη πρὸς τὰ ἔργα βέλτιστα μήτε δειλὰ μήτε ἀνδρῖα ἄγαν. ἀμφότερα γὰρ ἀδικοῦσι. καὶ γὰρ οἱ ἄγαν δειλοὶ οὐχ ὑπομένουσι καὶ οἱ θυμοειδεῖς οὐκ εὔαρχοι.
6 χρὴ δὲ καὶ τέλος ὡρίσθαι πᾶσιν· δίκαιον γὰρ καὶ συμφέρον τὴν ἐλευθερίαν κεῖσθαι ἆθλον· βούλονται γὰρ πονεῖν, ὅταν ᾖ ἆθλον καὶ ὁ χρόνος ὡρισμένος. δεῖ δὲ καὶ ἐξομηρεύειν ταῖς τεκνοποιίαις· καὶ μὴ κτᾶσθαι ὁμοεθνεῖς πολλούς, ὥσπερ καὶ ἐν ταῖς πόλεσιν· καὶ τὰς θυσίας καὶ τὰς ἀπολαύσεις μᾶλλον τῶν δούλων ἕνεκα ποιεῖσθαι ἢ τῶν ἐλευθέρων·πλείονα γὰρ ἔχουσιν οὗτοι οὗπερ ἕνεκα τὰ τοιαῦτα ἐνομίσθη.
1 εἴδη δὲ τοῦ οἰκονόμου τέτταρα ἃ δεῖ ἔχειν περὶ τὰ χρήματα. καὶ γὰρ τὸ κτᾶσθαι δυνατὸν χρὴ εἶναι καὶ φυλάττειν· εἰ δὲ μή, οὐδὲν ὄφελος τοῦ κτᾶσθαι· τῷ γὰρ ἠθμῷ ἀντλεῖν τοῦτʼ ἔστιν, καὶ ὁ λεγόμενος τετρημένος πίθος. ἔτι δὲ καὶ εἶναι κοσμητικὸν τῶν ὑπαρχόντων καὶ χρηστικόν· τούτων γὰρ ἕνεκα κἀκείνων δεόμεθα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi