Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 7

2 ληπτέος δὴ τρόπος ὅστις ἡμῖν ἅμα τά τε δοκοῦντα περὶ τούτων μάλιστα ἀποδώσει, καὶ τὰς ἀπορίας λύσει καὶ τὰς ἐναντιώσεις. τοῦτο δʼ ἔσται, ἐὰν εὐλόγως φαίνηται τὰ ἐναντία δοκοῦντα· μάλιστα γὰρ ὁμολογούμενος ὁ τοιοῦτος ἔσται λόγος τοῖς φαινομένοις. συμβαίνει δὲ μένειν τὰς ἐναντιώσεις, ἐὰν ἔστι μὲν ὡς ἀληθὲς ᾖ τὸ λεγόμενον, ἔστι δʼ ὡς οὔ.
2 ἔχει δʼ ἀπορίαν καὶ πότερον τὸ ἡδὺ ἢ τὸ ἀγαθόν ἐστι τὸ φιλούμενον. εἰ μὲν γὰρ φιλοῦμεν οὗ ἐπιθυμοῦμεν, καὶ μάλιστα ὁ ἔρως τοιοῦτον (οὐθεὶς γὰρ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ, Eur. Tro. 1051) ʼἡ δὲ ἐπιθυμία τοῦ ἡδέος, ταύτῃ μὲν τὸ φιλούμενον τὸ ἡδὺ, εἰ δὲ ὃ βουλόμεθα, τὸ ἀγαθόν· ἔστι δʼ ἕτερον τὸ ἡδὺ καὶ τὸ ἀγαθόν.
2 περὶ δὴ τούτων καὶ τῶν ἄλλων τῶν συγγενῶν τούτοις πειρατέον διορίσαι, λαβοῦσιν ἀρχὴν τήνδε. τὸ γὰρ ὀρεκτὸν καὶ βουλητὸν ἢ τὸ ἀγαθὸν ἢ τὸ φαινόμενον ἀγαθόν. διὸ καὶ τὸ ἡδὺ ὀρεκτόν· φαινόμενον γάρ τι ἀγαθόν. τοῖς μὲν γὰρ δοκεῖ, τοῖς δὲ φαίνεται κἂν μὴ δοκῇ. οὐ γὰρ ἐν ταὐτῷ τῆς ψυχῆς ἡ φαντασία καὶ ἡ δόξα. ὅτι μέντοι φίλον καὶ τὸ ἀγαθὸν καὶ τὸ ἡδύ, δῆλον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi