Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 7

11 καὶ οἱ ἐν τοῖς λόγοις ὅροι τῆς φιλίας πάντες μέν πώς εἰσι φιλίας, ἀλλʼ οὐ τῆς αὐτῆς. τῷ μὲν γὰρ χρησίμῳ τὸ βούλεσθαι τὰ κείνῳ ἀγαθὰ καὶ τῷ εὖ ποιήσαντι καὶ τῷ ὁποῖος δεῖ (οὐ γὰρ ἐπισημαίνει οὗτος ὁ ὁρισμὸς τῆς φιλίας), ἄλλῳ δὲ τὸ εἶναι καὶ ἄλλῳ τὸ συζῆν, τῷ δὲ καθʼ ἡδονὴν τὸ συναλγεῖν καὶ συγχαίρειν· πάντες δʼ οὗτοι οἱ ὅροι κατὰ φιλίαν μὲν λέγονται τινά, οὐ πρὸς μίαν δʼ οὐδείς. διὸ πολλοὶ εἰσί, καὶ ἕκαστος μιᾶς εἶναι δοκεῖ φιλίας, οὐκ ὤν, οἷον ἡ τοῦ εἶναι προαίρεσις. καὶ γὰρ ὁ καθʼ ὑπεροχὴν καὶ ποιήσας εὖ βούλεται τῷ ἔργῳ τῷ αὑτοῦ ὑπάρχειν, καὶ τῷ δόντι τὸ εἶναι δεῖ καὶ ἀνταποδιδόναι, ἀλλὰ συζῆν οὐ τούτῳ, ἀλλὰ τῷ ἡδεῖ.
11 ἀδικοῦσιν οἱ φίλοι ἀλλήλους ἔνιοι· τὰ γὰρ πράγματα μᾶλλον, ἀλλʼ οὐ φιλοῦσι τὸν ἔχοντα· διὸ φιλεῖ κἀκείνους οἷον διότι ἡδὺς τὸν οἶνον εἵλετο, καὶ ὅτι χρήσιμος τὸν πλοῦτον εἵλετο· χρησιμώτερος γάρ. διὸ οὐ δεῖ ἀγανακτεῖν, ὥσπερ ἂν εἰ μᾶλλον εἵλετο ἀντὶ ἥττονος. οἳ δʼ ἐγκαλοῦσιν· ἐκεῖνον γὰρ νῦν ζητοῦσι τὸν ἀγαθόν, πρότερον ζητήσαντες τὸν ἡδὺν ἢ τὸν χρήσιμον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi