Kitap 7
11
περὶ δὲ τοῦ ἀγαθοῦ καὶ κατʼ ἀρετὴν φίλου, σκεπτέον πότερον δεῖ ἐκείνῳ τὰ χρήσιμα ὑπηρετεῖν καὶ βοηθεῖν ἢ τῷ ἀντιποιοῦντι καὶ δυναμένῳ. τοῦτο δὲ τὸ αὐτὸ πρόβλημα ἐστί, πότερον τὸν φίλον ἢ τὸν σπουδαῖον εὖ ποιητέον μᾶλλον. ἂν μὲν γὰρ ὁ φίλος καὶ σπουδαῖος, ἴσως οὐ λίαν χαλεπόν, ἂν μή τις τὸ μὲν αὐξήσῃ τὸ δὲ ταπεινώσῃ, φίλον μὲν σφόδρα ποιῶν, ἐπιεικῆ δὲ ἠρέμα· εἰ δὲ μή, πολλὰ προβλήματα γίνεται, οἷον εἰ ὃ μὲν ἦν, οὐκ ἔσται δέ, ὃ δὲ ἔσται, οὔπω δέ, ἢ ὃ μὲν ἐγένετο, ἔστι δʼ οὔ, ὃ δὲ ἔστιν, οὐκ ἦν δὲ οὐδὲ ἔσται, ἀλλʼ ἐκεῖνο ἐργωδέστερον. μὴ γάρ τι λέγει Εὐριπίδης, ποιήσας λόγων δίκαιον μισθὸν ἂν λόγους φέροις, ἔργον δʼ ἐκεῖνος ἔργον ὃς παρέσχετο. Eur. Fr. 882 (Nauck) καὶ οὐ πάντα δεῖ τῷ πατρί, ἀλλʼ ἔστιν ἄλλʼ ἃ δεῖ τῇ μητρί· καίτοι βελτίων ὁ πατήρ. οὐδὲ γὰρ τῷ Διὶ πάντα θύεται, οὐδʼ ἔχει πάσας τὰς τιμὰς ἀλλὰ τινάς· ἴσως οὖν ἔστιν ἃ δεῖ τῷ χρησίμῳ, ἄλλα δὲ τῷ ἀγαθῷ. οἷον οὐχ εἰ σῖτον δίδωσι καὶ τὰ ἀναγκαῖα, καὶ συζῆν τούτῳ δεῖ· οὐδʼ ᾧ τοίνυν τὸ συζῆν, τούτῳ ἃ μὴ οὗτος δίδωσιν, ἀλλὰ χρήσιμος. ἀλλʼ οἳ τοῦτο ποιοῦντες τούτῳ πάντα τῷ ἐρωμένῳ διδόασιν οὐ δέον, οὐδενός εἰσιν ἄξιοι.