Kitap 3
7
ἔστι δὲ καὶ ἡ εὐτραπελία μεσότης, καὶ ὁ εὐτράπελος μέσος τοῦ ἀγροίκου καὶ δυστραπέλου καὶ τοῦ βωμολόχου. ὥσπερ γὰρ περὶ τροφὴν ὁ σικχὸς τοῦ παμφάγου διαφέρει τῷ ὃ μὲν μηθὲν ἢ ὀλίγα καὶ χαλεπῶς προσίεσθαι, ὃ δὲ πάντα εὐχερῶς, οὕτω καὶ ὁ ἄγροικος ἔχει πρὸς τὸν φορτικὸν καὶ βωμολόχον· ὃ μὲν γὰρ οὐθὲν γελοῖον ἀλλὰ χαλεπῶς προσίεται, ὃ δὲ πάντα εὐχερῶς καὶ ἡδέως. δεῖ δʼ οὐδέτερον, ἀλλὰ τὰ μὲν τὰ δὲ μή, καὶ κατὰ τὸν λόγον· οὗτος δʼ εὐτράπελος. ἡ δʼ ἀπόδειξις ἡ αὐτή· ἥ τε γὰρ εὐτραπελία ἡ τοιαύτη, καὶ μὴ ἣν μεταφέροντες λέγομεν, ἐπιεικεστάτη ἕξις, καὶ ἡ μεσότης ἐπαινετή, τὰ δʼ ἄκρα ψεκτά. οὔσης δὲ διττῆς τῆς εὐτραπελίας (ἣ μὲν γὰρ ἐν τῷ χαίρειν ἐστι τῷ γελοίῳ καὶ τῷ εἰς αὐτόν, ἐὰν ᾖ τοιονδί, ὧν ἓν καὶ τὸ σκῶμμα ἐστίν, ἣ δʼ ἐν τῷ δύνασθαι τοιαῦτα πορίζεσθαι), ἕτεραι μέν εἰσιν ἀλλήλων, ἀμφότεραι μέντοι μεσότητες. καὶ γὰρ τὸν δυνάμενον τοιαῦτα πορίζεσθαι ἐφʼ ὅσοις ἡσθήσεται ὁ εὖ κρίνων, κἂν εἰς αὐτὸν ᾖ τὸ γελοῖον, μέσος ἔσται τοῦ φορτικοῦ καὶ τοῦ ψυχροῦ. ὁ δʼ ὅρος οὗτος βελτίων ἢ τὸ μὴ λυπηρὸν εἶναι τὸ λεχθὲν τῷ σκωπτομένῳ ὄντι ὁποιῳοῦν· μᾶλλον γὰρ δεῖ τῷ ἐν μεσότητι ὄντι ἀρέσκειν· οὗτος γὰρ κρίνει εὖ.