Kitap 3
7
σχεδὸν δὲ καὶ τῶν ἄλλων ἕκαστα τῶν περὶ τὸ ἦθος ἐπαινετῶν καὶ ψεκτῶν τὰ μὲν ὑπερβολαὶ τὰ δʼ ἐλλείψεις τὰ δὲ μεσότητές εἰσι παθητικαί. οἷον ὁ φθονερὸς καὶ ἐπιχαιρέκακος. καθʼ ἃς γὰρ ἕξεις λέγονται, ὁ μὲν φθόνος τὸ λυπεῖσθαι ἐπὶ τοῖς κατʼ ἀξίαν εὖ πράττουσιν ἐστίν, τὸ δὲ τοῦ ἐπιχαιρεκάκου πάθος ἐπὶ τὸ αὐτὸ ἀνώνυμον, ἀλλʼ ὁ ἔχων δῆλος, ἐπὶ τὸ χαίρειν ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις. μέσος δὲ τούτων ὁ νεμεσητικός, καὶ ὃ ἐκάλουν οἱ ἀρχαῖοι τὴν νέμεσιν, τὸ λυπεῖσθαι μὲν ἐπὶ ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις καὶ εὐπραγίαις, χαίρειν δʼ ἐπὶ ταῖς ἀξίαις· διὸ καὶ θεὸν οἴονται εἶναι τὴν νέμεσιν.
7
αἰδὼς δὲ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως· ὁ μὲν γὰρ μηδεμιᾶς φροντίζων δόξης ἀναίσχυντος, ὁ δὲ πάσης ὁμοίως καταπλήξ, ὁ δὲ τῆς τῶν φαινομένων ἐπιεικῶν αἰδήμων.
7
φιλία δὲ μεσότης ἔχθρας καὶ κολακείας· ὁ μὲν γὰρ εὐχερῶς ἅπαντα πρὸς τὰς ἐπιθυμίας ὁμιλῶν κόλαξ, ὁ δὲ πρὸς ἁπάσας ἀντικρούων ἀπεχθητικός, ὁ δὲ μὴ τε πρὸς ἅπασαν ἡδονὴν μήτʼ ἀκολουθῶν μήτʼ ἀντιτείνων, ἀλλὰ πρὸς τὸ φαινόμενον βέλτιστον, φίλος.
7
σεμνότης δὲ μεσότης αὐθαδείας καὶ ἀρεσκείας· ὁ μὲν γὰρ μηδὲν πρὸς ἕτερον ζῶν καταφρονητικὸς αὐθάδης, ὁ δὲ πάντα πρὸς ἄλλον ἢ καὶ πάντων ἐλάττων ἄρεσκος, ὁ δὲ τὰ μὲν τὰ δὲ μή, καὶ πρὸς τοὺς ἀξίους οὕτως ἔχων σεμνός.
7
ὁ δὲ ἀληθὴς καὶ ἁπλοῦς, ὃν καλοῦσιν αὐθέκαστον, μέσος τοῦ εἴρωνος καὶ ἀλαζόνος. ὁ μὲν γὰρ ἐπὶ τὰ χείρω καθʼ αὑτοῦ ψευδόμενος μὴ ἀγνοῶν εἴρων, ὁ δʼ ἐπὶ τὰ βελτίω ἀλαζών, ὁ δʼ ὡς ἔχει, ἀληθὴς καὶ καθʼ Ὅμηρον πεπνυμένος· καὶ ὅλως ὃ μὲν φιλαλήθης, ὃ δὲ φιλοψευδής.