Kitap 3
5
ἔτι δοκεῖ μεγαλοψύχου εἶναι τὸ καταφρονητικὸν εἶναι. ἑκάστη δʼ ἀρετὴ καταφρονητικοὺς ποιεῖ τῶν παρὰ τὸν λόγον μεγάλων, οἷον ἀνδρεία κινδύνων (μέγα γὰρ οἴεται εἶναι τῶν αἰσχρῶν, καὶ πλῆθος οὐ πᾶν φοβερόν), καὶ σώφρων ἡδονῶν μεγάλων καὶ πολλῶν, καὶ ἐλευθέριος χρημάτων. μεγαλοψύχου δὲ δοκεῖ τοῦτο διὰ τὸ περὶ ὀλίγα σπουδάζειν, καὶ ταῦτα μεγάλα, καὶ οὐχ ὅτι δοκεῖ ἑτέρῳ τινί, καὶ μᾶλλον ἂν φροντίσειεν ἀνὴρ μεγαλόψυχος, τί δοκεῖ ἑνὶ σπουδαίῳ ἢ πολλοῖς τοῖς τυγχάνουσιν, ὥσπερ Ἀντιφῶν ἔφη πρὸς Ἀγάθωνα κατεψηφισμένος τὴν ἀπολογίαν ἐπαινέσαντα. καὶ τὸ ὀλίγωρον τοῦ μεγαλοψύχου μάλιστʼ εἶναι πάθος ἴδιον. πάλιν περὶ τιμῆς καὶ τοῦ ζῆν καὶ πλούτου, περὶ ὧν σπουδάζειν δοκοῦσιν οἱ ἄνθρωποι, οὐθὲν φροντίζειν περὶ τῶν ἄλλων πλὴν περὶ τιμῆς. καὶ λυπηθήσοιτʼ ἂν ἀτιμαζόμενος καὶ ἀρχόμενος ὑπὸ ἀναξίου. καὶ χαίρει μάλιστα τυγχάνων.