Thesauros Edebiyat Felsefe Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Kitap 3

5 περὶ δὲ μεγαλοψυχίας ἐκ τῶν τοῖς μεγαλοψύχοις ἀποδιδομένων δεῖ διορίσαι τὸ ἴδιον. ὥσπερ γὰρ καὶ τὰ ἄλλα ἃ κατὰ τὴν γειτνίασιν καὶ ὁμοιότητα μέχρι του λανθάνει πόρρω προϊόντα, καὶ περὶ τὴν μεγαλοψυχίαν ταὐτὸ συμβέβηκεν. διὸ ἐνίοτε οἱ ἐναντίοι τοῦ αὐτοῦ ἀντιποιοῦνται, οἷον ὁ ἄσωτος τῷ ἐλευθερίῳ καὶ ὁ αὐθάδης τῷ σεμνῷ καὶ ὁ θρασὺς τῷ ἀνδρείῳ· εἰσὶ γὰρ καὶ περὶ ταὐτὰ καὶ ὅμοροι μέχρι τινός, ὥσπερ ὁ ἀνδρεῖος ὑπομενετικὸς κινδύνων καὶ ὁ θρασύς, ἀλλʼ ὃ μὲν ὧδε ὃ δʼ ὧδε· ταῦτα δὲ διαφέρει πλεῖστον. λέγομεν δὲ τὸν μεγαλόψυχον κατὰ τὴν τοῦ ὀνόματος προσηγορίαν, ὥσπερ ἐν μεγέθει τινὶ ψυχῆς καὶ δυνάμεως. ὥστε καὶ τῷ σεμνῷ καὶ τῷ μεγαλοπρεπεῖ ὅμοιος εἶναι δοκεῖ, ὅτε καὶ πάσαις ταῖς ἀρεταῖς ἀκολουθεῖν φαίνεται. καὶ γὰρ τὸ ὀρθῶς κρῖναι τὰ μεγάλα καὶ μικρὰ τῶν ἀγαθῶν ἐπαινετόν. δοκεῖ δὲ ταῦτʼ εἶναι μεγάλα, ἃ διώκει ὁ τὴν κρατίστην ἔχων ἕξιν περὶ τὰ τοιαῦτʼ εἶναι ἡδέα. ἡ δὲ μεγαλοψυχία κρατίστη· κρίνει δʼ ἡ περὶ ἕκαστον ἀρετὴ τὸ μεῖζον καὶ τὸ ἔλαττον ὀρθῶς, ἅπερ ὁ φρόνιμος ἂν κελεύσειε καὶ ἡ ἀρετή, ὥστε ἕπεσθαι αὐτῇ πάσας τὰς ἀρετάς, ἢ αὐτὴν ἕπεσθαι πάσαις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi