Thesauros Edebiyat Felsefe Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία Aristotle
7 κληροῖ δὲ καὶ ἑτέρους δέκα, τοὺς κατʼ ἐνιαυτὸν καλουμένους, οἳ θυσίας τέ τινας θύουσι, καὶ τὰς πεντετηρίδας ἁπάσας διοικοῦσιν πλὴν Παναθηναίων. εἰσὶ δὲ πεντετηρίδες μία μὲν ἡ εἰς Δῆλον ʽἔστι δὲ καὶ ἑπτετηρὶς ἐνταῦθἀ, δευτέρα δὲ Βραυρώνια, τρίτη δʼ Ἡράκλεια, τετάρτη δʼ Ἐλευσίνια· ε δὲ Παναθήναια, καὶ τούτων οὐδεμία ἐν τῷ αὐτῷ ἐγγίγνεται. νῦν δὲ πρόσκειται καὶ Ἡφαίστια, ἐπὶ Κηφισοφῶντος ἄρχοντος.
8 κληροῦσι δὲ καὶ εἰς Σαλαμῖνα ἄρχοντα, καὶ εἰς Πειραιέα δήμαρχον, οἳ τά τε Διονύσια ποιοῦσιν ἑκατέρωθι καὶ χορηγοὺς καθιστᾶσιν. ἐν Σαλαμῖνι δὲ καὶ τοὔνομα τοῦ ἄρχοντος ἀναγράφεται.
1 αὗται μὲν οὖν αἱ ἀρχαὶ κληρωταί τε καὶ κύριαι τῶν εἰρημένων πράξεων εἰσίν. οἱ δὲ καλούμενοι ἐννέα ἄρχοντες τὸ μὲν ἐξ ἀρχῆς ὃν τρόπον καθίσταντο, εἴρηται· νῦν δὲ κληροῦσιν θεσμοθέτας μὲν ἓξ καὶ γραμματέα τούτοις, ἔτι δʼ ἄρχοντα καὶ βασιλέα καὶ πολέμαρχον, κατὰ μέρος ἐξ ἑκάστης φυλῆς.
2 δοκιμάζονται δʼ οὗτοι πρῶτον μὲν ἐν τῇ βουλῇ τοῖς φ, πλὴν τοῦ γραμματέως, οὗτος δʼ ἐν δικαστηρίῳ μόνον ὥσπερ οἱ ἄλλοι ἄρχοντες ʽπάντες γὰρ καὶ οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ δοκιμασθέντες ἄρχουσιν̓, οἱ δʼ ἐννέα ἄρχοντες ἔν τε τῇ βουλῇ καὶ πάλιν ἐν δικαστηρίῳ. καὶ πρότερον μὲν οὐκ ἦρχεν ὅντινʼ ἀποδοκιμάσειεν ἡ βουλή, νῦν δʼ ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον, καὶ τοῦτο κύριόν ἐστι τῆς δοκιμασίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi