Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 9

7.45 Πάντα τε κατʼ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἣν ἀνάγκην λέγει. τέλος δʼ εἶναι τὴν εὐθυμίαν, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθʼ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς ταραττομένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δʼ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασι. ποιότητας δὲ νόμῳ εἶναι, φύσει δʼ ἄτομα καὶ κενόν. καὶ ταῦτα μὲν αὐτῷ ἐδόκει.
7.45 Τὰ δὲ βιβλία αὐτοῦ καὶ Θρασύλος ἀναγέγραφε κατὰ τάξιν οὕτως ὡσπερεὶ καὶ τὰ Πλάτωνος κατὰ τετραλογίαν.
7.46 Ἔστι δε ἤθικα μὲν τάδε· Πυθαγόρης. Περὶ τῆς τοῦ σοφοῦ διαθέσεως. Περὶ τῶν ἐν Ἅιδου. Τριτογένεια ʽτοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς, ἃ πάντα ἀνθρώπινα συνέχεἰ. Περὶ ἀνδραγαθίας ἢ περὶ ἀρετῆς. Ἀμαλθείης κέρας. Περὶ εὐθυμίης. Ὑπομνημάτων ἠθικῶν· ἡ γὰρ Εὐεστὼ οὐχ εὑρίσκεται. καὶ ταῦτα μὲν τὰ ἠθικα.
7.46 Φυσικὰ δὲ τάδε· Μέγας διάκοσμος (ὃν οἱ περὶ Θεόφραστον Λευκίππου φασὶν εἶναι). Μικρὸς διάκοσμος. Κοσμογραφίη. Περὶ τῶν πλανήτων. Περὶ φύσεως πρῶτον. Περὶ ἀνθρώπου φύσιος (ἢ Περὶ σαρκό̓ς), δεύτερον. Περὶ νοῦ. Περὶ αἰσθησίων (ταῦτά τινες ὅμου γράφοντες Περὶ ψυχῆς ἐπιγράφουσι). Περὶ χυμῶν. Περὶ χροῶν.
7.47 Περὶ τῶν διαφερόντων ῥυσμῶν. Περὶ ἀμειψιρυσμιῶν. Κρατυντήρια (ὅπερ ἐστὶν ἐπικριτικὰ τῶν προειρημένων). Περὶ εἰδώλων ἢ περὶ προνοίας. προνοίας] ἀπορροίης coni. Krische. Περὶ λογικῶν ἢ κανὼν α′ β′ γʼ. Ἀπορημάτων. ταῦτα καὶ περὶ φύσεως.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi