Kitap 7
7.200
Πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην β′. Περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην β′. Περὶ διαιρέσεων α′. Περὶ ἐναντίων πρὸς Διονύσιον β′. Πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ 〈τὰ〉 περὶ τῶν ἐναντίων α′. Σύνταξις τετάρτη· Περὶ τῶν ἐτυμολογικῶν πρὸς Διοκλέα ζ′. Ἐτυμολογικῶν πρὸς Διοκλέα δ′. Σύνταξις πέμπτη· Περὶ παροιμιῶν πρὸς Ζηνόδοτον β′. Περὶ ποιημάτων πρὸς Φιλομαθῆ α′. Περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν β′. Πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον α′.
7.201
Ἠθικοῦ τόπου περὶ τὸν κοινὸν λόγον καὶ τὰς ἐκ τούτου συνισταμένας τέχνας καὶ ἀρετάς. Σύνταξις πρώτη· Πρὸς τὰς ἀναζωγραφήσεις πρὸς Τιμώνακτα α′. Περὶ τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα α′. Περὶ τῶν ἐννοιῶν πρὸς Λαοδάμαντα β′. Περὶ ὑπολήψεως πρὸς Πυθώνακτα γ′. Ἀποδείξεις πρὸς τὸ μὴ δοξάσειν τὸν σοφὸν α′. Περὶ καταλήψεως καὶ ἐπιστήμης καὶ ἀγνοίας δ′. Περὶ λόγου β′. Περὶ τῆς χρήσεως τοῦ λόγου πρὸς Λεπτίνην. Σύνταξις δευτέρα· Περὶ τοῦ ἐγκρίνειν τοὺς ἀρχαίους τὴν διαλεκτικὴν σὺν ταῖς ἀποδείξεσι πρὸς Ζήνωνα β′.
7.202
Περὶ τῆς διαλεκτικῆς πρὸς Ἀριστοκρέοντα δ′. Περὶ τῶν ἀντιλεγομένων τοῖς διαλεκτικοῖς γ′. Περὶ τῆς ῥητορικῆς πρὸς Διοσκουρίδην δ′. Σύνταξις τρίτη· Περὶ ἕξεως πρὸς Κλέωνα γ′. Περὶ τέχνης καὶ ἀτεχνίας πρὸς Ἀριστοκρέοντα δ′. Περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν πρὸς Διόδωρον δ′. Περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετὰς α′. Περὶ ἀρετῶν πρὸς Πόλλιν β′.